TLG 4000 001 :: ARISTAENETUS :: Epistulae ARISTAENETUS Epist. Epistulae Source: Mazal, O. (ed.), Aristaeneti epistularum libri ii. Stuttgart: Teubner, 1971: 1–100. Citation: Book — letter — (line) | ||
1t | ΑΡΙΣΤΑΙΝΕΤΟΥ ΕΠΙΣΤΟΛΩΝ ΒΙΒΛΙΟΝ Αʹ | |
1.1(t1) | αʹ | |
t2 | Ἀρισταίνετος Φιλοκάλῳ. | |
---|---|---|
1 | Λαΐδα τὴν ἐμὴν ἐρωμένην εὖ μὲν ἐδημιούργησεν ἡ φύσις, κάλλιστα δὲ πάντων ἐκόσμησεν Ἀφροδίτη, καὶ τῶν Χαρί‐ των συνηρίθμησε τῷ χορῷ· ὁ δὲ χρυσοῦς Ἔρως ἐπαίδευσε τὴν ποθουμένην εὐστόχως ἐπιτοξεύειν ταῖς τῶν ὀμμάτων | |
5 | βολαῖς. ὢ φύσεως τὸ κάλλιστος φιλοτέχνημα, ὢ γυναικῶν εὔκλεια καὶ διὰ πάντων ἔμψυχος τῆς Ἀφροδίτης εἰκών. ἐκείνῃ γὰρ (ἵνα κάλλος ἀφροδίσιον εἰς δύναμιν διαγράψω τοῖς λόγοις) λευκαὶ μὲν ἐπιμὶξ καὶ ὑπέρυθροι παρειαί, καὶ ταύτῃ τὸ φαιδρὸν ἐκμιμοῦνται τῶν ῥόδων· χείλη δὲ λεπτὰ | |
10 | καὶ ἠρέμα διῃρημένα καὶ τῶν παρειῶν ἐρυθρότερα· ὀφρύς τε μέλαινα, τὸ μέλαν ἄκρατον· τὸ δὲ μεσόφρυον ἐμμέτρως τὰς ὀφρῦς διορίζει· ῥὶς εὐθεῖα καὶ παρισουμένη τῇ λεπτό‐ | |
τητι τῶν χειλῶν· ὀφθαλμοὶ μεγάλοι τε καὶ διαυγεῖς καὶ καθαρῷ φωτὶ διαλάμποντες· τὸ δὲ μέλαν αὐτῶν, αἱ κόραι | 1 | |
15 | μελάνταται, καὶ τὸ κύκλῳ λευκόν, αἱ γλῆναι λευκόταται, καὶ ἑκάτερον ὑπερβολῇ πρὸς τὸ ἕτερον ἐπιδείκνυται, καὶ τὸ λίαν ἀνόμοιον εὐδοκιμεῖ παρακείμενον. ἔνθα δὴ τὰς Χάριτας ἐγκαθιδρυμένας πάρεστι προσκυνεῖν. ἡ δὲ κόμη φυσικῶς ἐνου‐ λισμένη ὑακινθίνῳ ἄνθει καθ’ Ὅμηρον ἐμφερής, καὶ ταύτην αἱ | |
20 | χεῖρες τημελοῦσι τῆς Ἀφροδίτης. τράχηλος λευκός τε καὶ σύμ‐ μετρος τῷ προσώπῳ κἂν ἀκόσμητος ᾖ, δι’ ἁβρότητα τεθάρ‐ ρηκεν ἑαυτῷ· περίκειται μέντοι λιθοκόλλητον περιδέραιον, ἐν ᾧ τοὔνομα γέγραπται τῆς καλῆς· γράμματα δ’ ἐστὶ τῶν λιθιδίων ἡ θέσις. ἔτι δὲ εὐμήκης ἡλικία. σχῆμα καλόν τε | |
25 | καὶ περίμετρον καὶ τῷ τύπῳ συνδιατιθέμενον τῶν μελῶν. ἐνδεδυμένη μὲν εὐπροσωποτάτη ἐστίν, ἐκδῦσα δὲ ὅλη πρόσ‐ ωπον φαίνεται. βάδισμα τεταγμένον βραχὺ δέ, ὥσπερ κυπάριττος ἢ φοίνιξ σειόμενος ἡσυχῇ, ἐπεὶ φύσει τὸ κάλ‐ λος ἐστὶν ὑπερήφανον. ἀλλ’ ἐκείνους μὲν οἷα φυτὰ κινεῖ | |
30 | ζεφύρου πνοή, αὐτὴν δέ πως ὑποσαλεύουσι τῶν Ἐρώτων αἱ αὖραι. ταύτην ἑαυτοῖς ὡς οἷόν τε ἦν οἱ κορυφαῖοι γε‐ γράφασι τῶν ζωγράφων. ἡνίκα οὖν δέοι γράφειν Ἑλένην | |
ἢ Χάριτας ἢ καὶ αὐτήν γε τὴν ἄρχουσαν τῶν Χαρίτων, οἷον εἰς ὑπερφυὲς παράδειγμα κάλλους ἀφορῶντες ἀνα‐ | 2 | |
35 | σκοποῦσι τὴν εἰκόνα Λαΐδος, κἀντεῦθεν ἀποτυποῦνται θεο‐ πρεπῶς τὸ φιλοτεχνούμενον εἶδος. μικροῦ με παρῆλθεν εἰπεῖν ὡς κυδωνιῶντες οἱ μαστοὶ τὴν ἀμπεχόνην ἐξωθοῦσι βιαίως. οὕτω μέντοι σύμμετρα καὶ τρυφερὰ τῆς Λαΐδος τὰ μέλη, ὡς ὑγροφυῶς αὐτῆς λυγίζεσθαι τὰ ὀστᾶ τῷ περι‐ | |
40 | πτυσσομένῳ δοκεῖν. τοιγαροῦν ταῦτα μικροῦ γε ὁμοίως δι’ ἁπαλότητα συναπομαλάττεται τῇ σαρκί, καὶ ταῖς ἐρω‐ τικαῖς ἀγκάλαις ὑπείκει. ἡνίκα δὲ φθέγγεται, βαβαί, ὅσαι τῆς ὁμιλίας αὐτῆς αἱ σειρῆνες, ὅσον ἡ γλῶττα στωμύληθρος. τῶν Χαρίτων πάντως ἡ Λαῒς τὸν κεστὸν ὑπεζώσατο, καὶ | |
45 | μειδιᾷ πάνυ ἐπαγωγόν. οὕτως οὖν τὴν ἐμὴν ὡραϊζομένην καὶ τρυφῶσαν ὑπὸ πλούτου τῆς εὐπρεπείας οὐδ’ ἂν ὁ Μῶμος ἐν ἐλαχίστῳ μωμήσαιτο. ἀλλὰ πόθεν ἄρα με τοιαύ‐ της ἠξίωσεν Ἀφροδίτη; περὶ κάλλους οὐκ ἠγωνίσατο παρ’ ἐμοί, Ἥρας Ἀθηνᾶς οὐκ ἔκρινα τὴν θεὸν εὐπρεπεστέραν | |
1.1(50) | ὑπάρχειν, ψῆφον αὐτῇ δίκης οὐκ ἀπέδωκα μῆλον, καὶ ἁπλῶς μοι ταύτην πεφιλοτίμηται τὴν Ἑλένην. ὦ πότνια Ἀφροδίτη, τί σοι τῆς Λαΐδος ἕνεκα θύσω; ἣν οἱ προσβλέπον‐ τες ἀποτροπιάζουσιν ὧδε σὺν θαύμασι προσευχόμενοι τοῖς θεοῖς· „ἀπίτω φθόνος τοῦ κάλλους, ἀπίτω βασκανία τῆς | |
55 | χάριτοσ“. τοσοῦτον αὐτῇ περίεστιν εὐπρεπείας, ὡς τῶν προσιόντων ἀγλαΐζειν τὰς κόρας τὴν Λαΐδα. καὶ γέροντες εὖ μάλα πρεσβῦται θαυμάζουσιν, ὡς οἱ παρ’ Ὁμήρῳ δημο‐ γέροντες τὴν Ἑλένην, καὶ· „εἴθε“, φασίν, „ἢ ταύτην ηὐτυ‐ χήσαμεν ἡβῶντες ἢ νῦν ἠρξάμεθα τῆς ἡλικίασ“. οὐ νέμεσις | 3 |
60 | τὸ γύναιον εἶναι διὰ στόματος τῇ Ἑλλάδι, ἔνθ’ οἱ κωφοὶ διανεύουσιν ἀλλήλοις τῆς Λαΐδος τὸ κάλλος. οὐκ ἔχω ὅ τι λέγω, οὐδὲ ὅπως παύσομαι· λήξω δὲ ὅμως, ἓν μέγιστον ἐπευχόμενος τοῖς γραφεῖσι, τῆς Λαΐδος τὴν χάριν, ἧς δι’ ἔρωτα πολὺν οἶδα καὶ νῦν τὸ προσφιλὲς ὄνομα πολλάκις | |
65 | εἰπών. | |
1.2(t1) | ΠΑΡΘΕΝΟΙ ΝΕΑΝΙΣΚΟΝ ΕΦΑΜΙΛΛΩΣ | |
t2 | ΠΟΘΟΥΣΑΙ | |
t3 | βʹ | |
4 | [***] | |
1 | Ἑσπέρᾳ τῇ προτεραίᾳ μελῳδοῦντί μοι κατά τινα στενω‐ πὸν δύο κόραι προσῆλθον ἀναβλέπουσαι χάριν Ἔρωτος μειδιῶσαι καὶ μόνῳ γε τῷ ἀριθμῷ λειπόμεναι τῶν Χαρίτων· | |
κἀμὲ διηρώτων αἱ μείρακες ἁμιλλώμεναι πρὸς ἀλλήλας | 4 | |
5 | ἀδόλως καὶ ἦθος οὐ πεπλασμένον ἐμφαίνουσαι· „ἐπειδὴ μέλη προσᾴδων καλὰ τὰ δεινὰ τῶν Ἐρώτων ἡμῖν ἐμβέβλη‐ κας βέλη, λέγε πρὸς τῆς σῆς εὐμουσίας, ἧς ἐρωτικῶς πρὸς τοῖς ὠσὶ καὶ τὴν ψυχὴν ἐμπέπληκας ἑκατέρας ἀμφοτέρων ἡμῶν, τίνος ἕνεκε μελῳδεῖς; ἑκατέρα γὰρ ἑαυτὴν ἐρᾶσθαί | |
10 | φησι. καὶ ζηλοτυποῦμεν ἤδη καὶ διὰ σὲ φιλονείκως καὶ μέχρι τριχῶν συμπλεκόμεθα πολλάκις ἀλλήλαις.“ „ἀμφότεραι μὲν ὁμοίωσ“, εἶπον, „καλαί, πλὴν οὐδετέραν ποθῶ. ἄπιτε οὖν, ὦ νεάνιδες, ἀπόθεσθε τὴν ἔριν, παύσασθε ζυγομαχίας. ἄλλης ἐρῶ, πρὸς αὐτὴν βαδιοῦμαι.“ „κόρη“, φασίν, „ἐκ | |
15 | γειτόνων οὐκ ἔστιν ἐνταῦθα καλή, καὶ φὴς ἄλλης ἐρᾶν; ψεύδη προφανῶς. ὄμοσον ὡς ἡμῶν οὐδετέραν ποθεῖσ“. προσεγέλασα τηνικαῦτα βοῶν ὡς „εἰ μὴ θέλω, πρὸς ἀνάγκης ἐπάγετέ μοι τὸν ὅρκον;“ „μόλισ“, ἔφησαν, „κατέβη‐ μεν καιρὸν εὔκαιρον εὑροῦσαι λαβοῦσαι, καὶ παρίστασαι | |
20 | διαπαίζων ἡμᾶς. οὐκ ἀφετέος εἶ, οὐδὲ καταβαλεῖς ἡμᾶς ἀπ’ ἐλπίδος μεγάλης.“ καὶ ἅμα λέγουσαι προσεῖλκον, ἐγὼ δέ πως ἡδέως ἠναγκαζόμην. μέχρι μὲν οὖν δεῦρο τοῦ λόγου καλῶς ἂν ἔχοι καὶ πρὸς ὁντιναοῦν, τὸ δὲ ἐντεῦθεν ἐν κεφα‐ λαίῳ τοσοῦτον λεκτέον, ὡς οὐδεμίαν λελύπηκα, θάλαμον | |
25 | αὐτοσχέδιον εὑρὼν ἀρκοῦντα τῇ χρείᾳ. | 5 |
1.3(t1) | ΕΤΑΙΡΑ ΚΑΙ ΝΕΟΣ ΥΠΟ ΔΕΝΔΡΩΙ ΣΥΝΕΥΩΧΗ‐ | |
t2 | ΘΕΝΤΕΣ ΑΛΛΗΛΟΙΣ | |
t3 | γʹ | |
t4 | Φιλοπλάτανος Ἀνθοκόμῃ. | |
1 | Τῇ Λειμώνῃ χαριέντως ἐν ἐρωτικῷ συνειστιώμην παρα‐ δείσῳ καὶ μάλα πρέποντι τῷ κάλλει τῆς ἐρωμένης· ἔνθα πλάτανος μὲν ἀμφιλαφής τε καὶ σύσκιος, πνεῦμα δὲ μέτριον, καὶ πόα μαλθακὴ ὥρᾳ θέρους ἐπανθεῖν εἰωθυῖα (ἐπὶ τοῦ | |
5 | πεδίου κατεκλίθημεν οἷα τῶν πολυτελεστάτων δαπίδων) δένδρη τε πολλὰ τῆς ὀπώρας πλησίον, „ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι“, φαίη τις ἂν καθομηρίζων τῶν ὀπωρινῶν αὐτόθι Νυμφῶν τὸ χωρίον. ἦν μὲν οὖν ταῦτα καὶ | |
ἕτερα δένδρα πλησίον, εὐανθῆ μὲν τοὺς ὅρπηκας, πάμφορα | 6 | |
10 | δὲ τὸν καρπόν, ὡς ἂν εὐωδέστατον παρέχοι τὸν ἐράσμιον τόπον. καὶ τούτων ἐκδρεψάμενος φύλλον ὑπεμάλαττον τοῖς δακτύλοις, εἶτα τῇ ῥινὶ προσάγων γλυκυτέρας ἐπὶ πλεῖστον εἰσέπνεον εὐοσμίας. ἄμπελοι δὲ παμμήκεις σφόδρα γε ὑψηλαὶ περιελίττονται κυπαρίττους, ὡς ἀνακλᾶν ἡμᾶς ἐπὶ πολὺ | |
15 | τὸν αὐχένα πρὸς θέαν τῶν κύκλῳ συναιωρουμένων βοτρύων, ὧν οἱ μὲν ὀργῶσιν, οἱ δὲ περκάζουσιν, οἱ δὲ ὄμφακες, οἱ δὲ οἰνάνθαι δοκοῦσιν. ἐπὶ τοίνυν τοὺς πεπανθέντας ὁ μὲν ἀνερριχᾶτο βεβηκὼς ἐπὶ τῶν κλάδων, ὁ δὲ ἀπὸ τῆς γῆς ἀρθεὶς ἱκανῶς ἄκρᾳ μὲν τῇ λαιᾷ σφοδρῶς εἴχετο τοῦ φυτοῦ, | |
20 | τῇ δεξιᾷ δὲ παρετρύγα· ὁ δὲ ἀπὸ τοῦ δένδρου χεῖρα ὤρεγε τῷ γεωργῷ ὡς ὑπεργεγηρακότι. ἡ δὲ πηγὴ χαριε‐ στάτη ὑπὸ τῇ πλατάνῳ ῥεῖ ὕδατος εὖ μάλα ψυχροῦ, ὥς γε τῷ ποδὶ τεκμήρασθαι, καὶ διαφανοῦς τοσοῦτον, ὥστε συνεπινηχομένων κατὰ διαυγὲς ὑδάτιον καὶ διαπλεκομένων | |
25 | ἐπαφροδίτως ἀλλήλοις ἅπαν ἡμῶν φανερῶς ἀποκατα‐ φαίνεσθαι μέλος. ὅμως οὖν οἶδα πολλάκις τὴν αἴσθησιν πλανηθεὶς πρὸς ὁμοιότητα μήλων τε καὶ τῶν ἐκείνης μαστῶν· | |
μήλου γὰρ ἀμφοῖν μεταξὺ ἐν τοῖς ὕδασι διανηχομένου τῇ χειρὶ κατεδραξάμην, τοῦτο εἶναι νομίσας τὸν κυδωνιῶντα | 7 | |
30 | τῆς ποθουμένης μαστόν. καλὴ μὲν οὖν, νὴ τὰς τῆς πίδακος νύμφας, καὶ καθ’ ἑαυτὴν ἡ πηγή, φαιδροτέρα δὲ μᾶλλον ἐδόκει τοῖς εὐωδεστέροις ἐπικοσμηθεῖσα τῶν φύλλων καὶ τοῖς μέλεσι τῆς Λειμώνης, ἥτις καίπερ ὑπερφυῶς εὐπρόσω‐ πος οὖσα, ὅμως, ὅταν ἀπεκδύηται, δι’ ὑπερβολὴν τῶν | |
35 | ἔνδον ἀπρόσωπος εἶναι δοκεῖ. καλὴ μὲν οὖν ἡ πηγή, εὐκραὴς δὲ καὶ ἡ τοῦ ζεφύρου πνοή, τὸ χαλεπὸν παρα‐ μυθουμένη τῆς ὥρας, λεπτὸν ἅμα καὶ ὑπνηλὸν ἐνηχοῦσα καὶ τῆς εὐωδίας πολὺ συνεπαγομένη τῶν δένδρων, τοῖς μύροις ἀντέπνει τῆς γλυκυτάτης. καὶ συμμιγὴς ἦν εὐοσμία | |
40 | καὶ μικροῦ γε ὁμοτίμως τὴν αἴσθησιν εὐφραινόντων· βραχὺ γάρ, ἡγοῦμαι, τὸ μύρον ἐνίκα, ὅτι γε τῆς Λειμώνης ὑπῆρχε τὸ μύρον. ἔτι δὲ τὸ ἔμπνουν τῆς αὔρας, δι’ ἣν καὶ τὸ πνῖγος τῆς μεσημβρίας ἠπιώτερον ἐγεγόνει, λιγυρὸν ὑπήχει τῷ μουσικῷ τῶν τεττίγων χορῷ. ἡδὺ καὶ ἀηδόνες περιπετό‐ | |
45 | μεναι τὰ νάματα μελῳδοῦσιν. ἀλλὰ καὶ τῶν ἄλλων ἡδυφώ‐ νων κατηκούομεν ὀρνίθων ὥσπερ ἐμμελῶς ὁμιλούντων ἀνθρώποις. ἔτι κἀκείνους πρὸ τῶν ὀμμάτων ἔχειν δοκῶ· | |
ὁ μὲν ἐπὶ πέτρας ἀναπαύει τὼ πόδε καθ’ ἕνα, ὁ δὲ ψύχει τὸ πτερόν, ὁ δὲ ἐκκαθαίρει, ὁ δὲ ἦρέ τι ἐκ τοῦ ὕδατος, ὁ δὲ εἰς | 8 | |
1.3(50) | τὴν γῆν κατανένευκεν ἐπισιτίσασθαί τι ἐκεῖθεν. ἡμεῖς δὲ ὑφειμένῃ τῇ φωνῇ διελεγόμεθα περὶ τούτων, ὅπως μὴ ἀποπτήσωνται καὶ διασκεδάσωμεν τῶν ὀρνίθων τὴν θέαν. κἀκεῖνό γε, νὴ τὰς Χάριτας, ἐπιτερπέστατον ἦν· τοῦ γὰρ ὀχετηγοῦ κατὰ τάχος ἐπὶ πρασιάς τε καὶ δένδρα τῇ σμινύῃ | |
55 | καθηγουμένου τῷ ῥεύματι, πόρρωθεν ὁ θεράπων φιάλας καλλίστου πόματος πλήρεις ἐπὶ τὸν ὁλκὸν ἠφίει θᾶττον φέρεσθαι κατὰ ῥοῦν, οὐ χύδην, ἀλλὰ κατὰ μίαν, ἐκ διαστή‐ ματος βραχέος διακεκριμένας ἀλλήλων· ἕκαστον δὲ τῶν ἐκπωμάτων δίκην ὁλκάδων ἐπιχαρίτως διεκπλεόντων | |
60 | πτόρθον Μηδικοῦ φυτοῦ ἐπεφέρετο εὔφυλλον, καὶ ἦν ταῦτα ταῖς εὐπλοούσαις ἡμῶν φιάλαις ἱστία. τοιγαροῦν αὐτο‐ φυῶς ἠρεμαίᾳ καὶ ἀταράχῳ πνοῇ κυβερνώμεναι, καθάπερ νῆες ταχυναυτήσασαι κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύ‐ ματος, σὺν τοῖς ἡδίστοις φόρτοις εἰς τοὺς συμπότας εὔδιον | |
65 | προσωρμίζοντο· ἡμεῖς δὲ ὑπουργῶς ἀνασπῶντες ἑκάστην | |
παραθέουσαν κύλικα συνεπίνομεν ἴσον ἴσῳ κεκραμένην μετρίως· ὁ γὰρ ἔμμετρος οἰνοχόος ἐξεπίτηδες τοσούτῳ θερμότερον τοῦ δέοντος τὸν οἶνον συνέμισγεν ὕδατι διαπύρῳ, ὅσον ἔμελλεν ὁ ψυχρότατος ὁλκὸς ἐπιπολάζον αὐτῷ τὸ | 9 | |
70 | κραθὲν ἐπιψύχειν, ὅπως ἄν, μόνης γε τῆς ἀμέτρου θέρμης τῷ ψυχρῷ μειουμένης, τὸ σύμμετρον καταλείψοιτο. καὶ οὕτω δὴ γέγονεν ἡμῖν ἀμφὶ Διόνυσόν τε καὶ Ἀφροδίτην ἡ πᾶσα διατριβή, οὓς ἐπὶ τῇ κύλικι συνάγοντες ἐθελγόμεθα. ἡ δὲ Λειμώνη τοῖς ἄνθεσιν οἷον λειμῶνα τὴν κεφαλὴν ἐποιεῖτο. | |
75 | καλὸς δὲ ὁ στέφανος καὶ δεινὸς ἐπιπρέψαι ταῖς ἐν ὥρᾳ ῥᾷστα καὶ φαιδρότερον τοῖς ῥόδοις ἀποτελέσαι τὸ ἔρευθος, ὅτ’ ἂν εἴη τούτων καιρός. ἄπιθι τοίνυν, ὦ φιλότης, ἐκεῖσε (ἔστι δὲ τοῦ καλοῦ Φυλλίωνος τὸ χωρίον), καὶ τοιούτων, | |
εὔχαρι Ἀνθοκόμη, συναπόλαυε τῇ ποθουμένῃ Μυρτάλῃ. | 10 | |
1.4(t1) | ΝΕΟΣ ΣΤΟΧΑΣΤΙΚΟΣ ΤΟΥ ΤΡΟΠΟΥ ΤΩΝ | |
t2 | ΓΥΝΑΙΚΩΝ | |
t3 | δʹ | |
t4 | Φιλόχορος Πολυαίνῳ. | |
1 | Ἱππίας ὁ καλὸς ὁ Ἀλωπεκῆθεν ἀρτίως ἔφη πρὸς ἐμὲ γοργῶς ἀποβλέψας· „ὁρᾷς ἐκείνην, ὦ φίλε, τὴν ἐπιβάλλου‐ σαν τὴν χεῖρα παιδίσκῃ; ὡς εὐμήκης, ὡς καλὴ καὶ λίαν εὐσχήμων. νὴ θεούς, ἀστεῖον τὸ γύναιον, οἷον γοῦν ἅπαξ | |
5 | ἰδόντι κατὰ τάχος εἰκάσαι. δεῦρο πλησίον προσμίξωμεν καὶ πειρασώμεθα τῆς καλῆς.“ „σώφρονοσ“, εἶπον, „δοκεῖ μοι τὸ πρόσχημα τὸ ἁλουργὲς ἡμιφάριον, καὶ δέδοικα μὴ προπετῶς ἐγχειρῶμεν. σκοπῶμεν οὖν ἀκριβέστερον· οἶδα γὰρ 〈τοὺς εὐλαβῶς ἐγχειροῦντασ〉 ἥκιστα εἰς τὸ κινδυνεύειν | |
10 | ἀφικνουμένους.“ ἐμειδίασεν ἐπιτιμητικὸν ὁ Ἱππίας, καὶ τὴν δεξιὰν ἐπιτείνας οἷος ἦν ἐπιρραπίζειν με κατὰ κόρρης καὶ διεμέμφετο λέγων· „ἀφυὴς εἶ, νὴ τὸν Ἀπόλλωνα, καὶ ὅλος | |
ἀπαίδευτος Ἀφροδίτης· σώφρων γὰρ τήνδε τὴν ὥραν καὶ διὰ μέσου τοῦ ἄστεος οὐκ ἂν οὕτω προῄει κεκαλλωπισμένη | 11 | |
15 | τε καὶ ἱλαρὰ πρὸς τοὺς ἀπαντῶντας. οὐδὲ τῶν μύρων ὅσον ὄζει καὶ πόρρωθεν ὑπαισθάνῃ; οὐδὲ τοῦ κτύπου τῶν εὐήχων ψελλίων ἀκήκοας ἥδιστον ὑποσειομένων, ὅσον ἀποτελεῖν εἰώθασιν αἱ γυναῖκες ἐξεπίτηδες ἀνακουφίζουσαι τὴν δεξιὰν καὶ ἀκροχειρίζουσαι τὸν κόλπον, ἐρωτικοῖς τε συμβόλοις | |
20 | διὰ τούτων τοὺς νέους εἰς ἑαυτὰς προσκαλούμεναι; ἀλλὰ καὶ ἐστράφην“, ἔφη, „ἣ δὲ καὶ αὐτὴ ἀντεστράφη. ἐκ τῶν ὀνύχων τεκμαίρομαι τὸν λέοντα. ἰτέον οὖν ἐστίν, ὦ Φιλόχορε, ὅτι οὐδὲν ἡμᾶς βλάψει, ἀλλ’ ἐλπίδες καλαί. πλὴν αὐτὸ δείξει, ὁ τὸν ποταμὸν καθηγούμενος ἔφη. τὸ δὲ προσδο‐ | |
25 | κώμενον φανερὸν ὡς, εἰ θέλοιμεν, ῥᾷστα ἂν γένοιτο“. προσπε‐ λάσας οὖν καὶ προσειπὼν αὐτὴν καὶ ἀντιπροσρηθεὶς ἤρετο φάσκων· „πρὸς τοῦ σοῦ κάλλους, ὦ γύναι, ἐπιτρέπεις ἡμῖν ὁμιλῆσαι περὶ σοῦ βραχέα τῇ θεραπαίνῃ; οὐδὲν δὲ ὧν ἀγνοεῖς διαλεξόμεθα τῇ παιδίσκῃ, οὐδὲ ἀνάργυρον αἰτήσο‐ | |
30 | μεν Ἀφροδίτην· χαριούμεθα δὲ ὅσον αὐτὴ ἂν ἐθέλοις· | |
ἐθελήσεις δὲ οἶδ’ ὅτι τὰ μέτρια. ἐπίνευσον, ὦ καλή, † οὐ τοσοῦτον ἐλεῶ τὸ τιτθίον †.“ ἡ δὲ τὴν σύννευσιν ἐνδοτικοῖς καὶ θέλουσιν ὀφθαλμοῖς ἐπιχαρίτως ἐδήλου καὶ οὐ κατειρω‐ νεύσατο τὴν ὑπόσχεσιν, ἔστη τε καὶ ἠρυθρίασε, καὶ ἀπέστει‐ | 12 | |
35 | λεν ἐπαγωγόν τινα καὶ γλυκεῖαν αὐγήν, οἵα πέφυκεν ἀπαστράπτειν ἐξ ἀπέφθου χρυσίου. τότε δή φησιν Ἱππίας ἐπιστραφεὶς πρός με· „οὐκ ἀφυῶς ἐστοχασάμην, οἶμαι, τοῦ τρόπου τῆς γυναικός, ἀλλὰ καὶ πέπεικα ταχύ, οὐ χρόνον μακρὸν οὐ λόγον πολὺν ἀναλώσας. σὺ δὲ τούτων ἄπειρος | |
40 | ἔτι. ἀλλ’ ἕπου καὶ μάνθανε, καὶ συναπόλαυσον ἐρωτικῷ διδασκάλῳ· τοῦτο γὰρ τὸ μάθημα τῶν ἐρωτικῶν παρ’ ὁντιναοῦν ποιοῦμαι δεινότατος εἶναι.“ | |
1.5(t1) | ΔΟΛΟΣ ΓΥΝΑΙΚΟΣ ΚΑΙΝΟΠΡΕΠΩΣ ΤΟΝ ΣΥΝΟΙ‐ | |
t2 | ΚΟΝ ΑΠΑΤΩΣΗΣ | |
t3 | εʹ | |
t4 | Ἀλκίφρων Λουκιανῷ. | |
1 | Πανηγύρεως ἐν προαστείῳ πανδημεὶ τελουμένης καὶ δημοθοινίας ἀφθόνου Χαρίδημος ἐπ’ εὐωχίαν συνεκαλεῖτο τοὺς φίλους. ἔνθα καὶ γυνή τις παρῆν (ὀνόματι γὰρ οὐδὲν | |
δέομαι λέγειν), ἣν αὐτὸς ὁ Χαρίδημος (οἶσθα δὲ τὸν νέον | 13 | |
5 | ὡς ἐρωτικός) ἐν ἀγορᾷ προϊοῦσαν ἰδὼν ἀγκιστρεύει καὶ πέπεικε παραγενέσθαι τῷ δείπνῳ. πάντων οὖν εἰς ταὐτὸν ἀθροιζομένων τῶν δαιτυμόνων ὁ χρυσοῦς ἑστιάτωρ εἰσῄει πρεσβύτην τινὰ συνεπαγόμενος καὶ αὐτὸν δὴ συγκεκλημένον ἡμῖν. ὃν ἐκείνη προσιόντα πόρρωθεν κατιδοῦσα ὀξέως | |
10 | ὑπέδυ, καὶ θᾶττον νοήματος εἰς τὸν πλησίον οἶκον ἀπέδρα. κἀκεῖσε μεταπεμψαμένη Χαρίδημον· „ἀγνοίᾳ“, ἔφη, „μέγι‐ στον κακὸν κατειργάσω· οὗτος ὁ πρεσβύτης ἀνήρ ἐστιν ἐμός, καὶ τὴν ἐσθῆτα, ἣν ἐκδυσαμένη κατέλιπον ἔξω, ῥᾳδίως ἐπέγνω, καὶ ὑποψίας, ὡς εἰκός, γέγονε πλήρης. | |
15 | ὅμως, ἂν ταύτην λάθρᾳ καὶ βραχέα τῶν ὄψων ἐπιδώσῃς, αὐτὸν ἐξαπατήσω καὶ τὸν νῦν αὐτῷ κατ’ ἐμοῦ διενοχλοῦντα λογισμὸν ἑτέρωσε παρατρέψω.“ τούτων οὖν ἐπιδοθέντων ἀνέζευξεν οἴκαδε, καὶ τὸν σύνοικον ἔφθη, οὐκ οἶδ’ ὅπως ἐκφυγοῦσα. καὶ προσλαβομένη φίλην αὐτῆς ἐκ γειτόνων | |
20 | οἰκοῦσαν προδιέθηκεν ὅπως ἀμφότεραι βουκολήσουσι τὸν πρεσβύτην. εἶτα ἧκεν εὐθὺς οὗτος καὶ εἰσπεπήδηκεν ἔνδον κεκραγὼς ἅμα καὶ πνέων θυμοῦ, τῆς τε γαμετῆς ὧδε τὴν ἀκολασίαν ἐβόα· „τὴν ἐμὴν εὐνὴν οὔποτε χαίρουσα καθυ‐ βρίσεισ“, καὶ δι’ ὧν ἑώρακεν ἱματίων ἀπήλεγχε τὴν | |
25 | μοιχείαν, καὶ ξίφος ἤδη μεμηνὼς ἐπεζήτει. τότε δὴ λοιπὸν ἡ γείτων εἰς καιρὸν ἀνεφάνη καὶ „δέχου τὴν ἐσθῆτα“, φησίν, „ὦ φιλτάτη. μεγίστην οἶδά σοι χάριν. πεπλήρωκα τὴν εὐχήν. ἀλλὰ πρὸς θεῶν μηδὲν ἀλαζονικόν. μετάλαβε | |
δὲ καὶ σὺ τῶν προτεθέντων ἡμῖν.“ τούτων οὕτω λεγομένων | 14 | |
30 | ὁ τραχὺς ἐκεῖνος ἀνένηφε γέρων, τόν τε θυμὸν ἀνεκρούετο, καὶ μετὰ τῆς ὑπονοίας εἰς τοσαύτην πραότητα συνδιέλυσε τὴν ὀργήν, ὡς τοὐναντίον ἀπολογεῖσθαι τῇ γαμετῇ· „ὦ γύναι, συγγίνωσκέ μοι“, φησίν· „ἐξέστην, ὁμολογῶ· ἀλλὰ τῆς σῆς ἕνεκα σωφροσύνης θεός τις εὐμενὴς εἰς κοινὴν | |
35 | σωτηρίαν φιλανθρώπως ἀπέσταλκε ταύτην, καὶ ἀμφοτέρους ἀπέσωσεν εἰσδραμοῦσα.“ | |
1.6(t1) | ΠΕΡΙ ΤΗΣ ΠΡΟ ΓΑΜΟΥ ΦΘΑΡΕΙΣΗΣ | |
t2 | ϛʹ | |
t3 | Ἑρμοκράτης Εὐφορίωνι. | |
1 | Κόρη τις πρὸς τὴν ἑαυτῆς ἔφη τροφόν· „εἴ μοι πρότερον ἐπομόσεις ὃ δ’ ἂν εἴποιμι φυλάξειν ἀπόρρητον, αὐτίκα τοῦτό σοι λέξω.“ ὀμώμοκεν ἡ τιτθή, ἡ δὲ παῖς εὐθὺς εἴρηκεν· „οὐκέτι σοι παρθένος ἐγώ, ὥς γε πρός σε τἀληθὲς εἰρῆσθαι.“ | |
5 | εὐθὺς ἀνακέκραγεν ἡ γραῦς, ἅμα τὴν παρειὰν αἰκιζομένη καὶ σχετλιάζουσα τὸ συμβάν. ἡ δὲ κόρη φησί· „σίγα πρὸς θεῶν, ὦ Σωφρόνη· ἔχε ἡσυχῇ, μή τις τῶν ἔνδον ὠτακουστῶν ὑποκλέψῃ τὸν λόγον· οἴμοι, οὐκ ἀρτίως ὀμώμοκας μηδενὶ παντάπασιν ἐξειπεῖν; τί οὖν, ὦ φίλη, σφόδρα καὶ μεγάλως | |
10 | βοᾷς; νὴ τὴν Ἄρτεμιν, ὦ μῆτερ, καίτοι πρὸς τοῦ ἔρωτος | |
φλεγομένη δεινῶς, ἐσπούδακα σωφρονεῖν καθ’ ὅσον ἠ‐ δυνάμην. σμικρὰ δὲ οἵα τε ἦν καὶ δίχα μοι γέγονε τὰ νοή‐ ματα. διελογιζόμην δὲ πρὸς ἐμαυτήν· ‘πειθαρχήσω τῷ ἔρωτι; ἀμελήσω τοῦ πόθου;‘ ἀμφότερά με κρατεῖ. εἶτα | 15 | |
15 | πολὺ μᾶλλον ἐπὶ θάτερα πρὸς τὸν ἔρωτα κλίνω· ηὐξάνετο γὰρ τῇ μελλήσει, καὶ ὡς φυτὸν ἐν τῇ γῇ, οὕτως ἔνδον τῆς ἐμῆς ὑπερεφύετο ψυχῆς. οὕτως οὖν ἡττήθην, ὁμολογῶ, τῆς ἀνικήτου λαμπάδος.“ ἔφη τοίνυν ἡ πρεσβῦτις· „χαλεπώ‐ τατον μὲν τὸ δυστύχημα, τέκνον, καὶ τὴν ἐμὴν ᾔσχυνας | |
20 | πολιάν· πλὴν ἐπεὶ τὸ πραχθὲν οὐκ ἂν ἄλλως ἔχοι, τὰ δεύτερα παραινῶ. πέπαυσο τούτων, καὶ μηδὲν περαιτέρω ἐξαμάρτανε, μή ποτέ σου τῆς γαστρὸς ὀγκουμένης ἐπὶ προήκοντι τῷ πράγματι καὶ τῷ χρόνῳ ἐναργῶς κατανοή‐ σωσι τὸ τολμηθὲν οἱ τεκόντες. ἀλλ’ εἴθε σοι γάμον ταχύ, | |
25 | πρὶν κατάφωρος γένῃ, συνεπινεύσουσιν οἱ θεοί. ἤδη δὲ τηλικαύτη γεγένησαι, καὶ αὐτίκα χρημάτων εἰς προῖκα τῷ σῷ δεήσει πατρί.“ „τί φής, ὦ μῆτερ; τοῦτο δέδοικα μά‐ λιστα πάντων.“ „μηδὲν δείσῃς, ὦ παῖ· ἐγώ σε τηνικαῦτα διδάξω πῶς ἂν ἡ πρὸ γάμου γεγονυῖα γυνὴ παρθένος ἔτι | |
30 | δόξῃ τῷ νυμφίῳ.“ | 16 |
1.7(t1) | ΑΛΙΕΥΣ ΑΙΤΗΘΕΙΣ ΥΠΟ ΚΟΡΗΣ ΤΗΝ ΑΥΤΗΣ | |
t2 | ΕΣΘΗΤΑ ΦΥΛΑΞΑΙ ΜΕΧΡΙΣ ΑΝ ΑΠΟΛΟΥΣΗΤΑΙ | |
t3 | ΤΗΙ ΘΑΛΑΤΤΗΙ, ΚΑΙ ΤΑΥΤΗΝ ΟΡΩΝ ΜΑΛΙΣΤΑ | |
t4 | ΓΥΜΝΩΘΕΙΣΑΝ | |
t5 | ζʹ | |
t6 | Κυρτίων Δικτύι. | |
1 | Παρὰ τὴν ἀκτὴν ἑστηκότι μοι κατὰ πέτρας καὶ τῷ ἀγκίστρῳ προσπεπηγότα κάλλιστον ἰχθὺν ἀνασπῶντι, τοῦ καλάμου κυρτουμένου τῷ βάρει, προσῆλθέ τις εὐπρόσω‐ πος κόρη, κάλλος αὐτοφυὲς καὶ ὅμοιον αὐτομάτῳ φυτῷ | |
5 | φέρουσα. καὶ πρὸς ἐμαυτὸν ἔφην· „ἑτέρα πολλῷ βελτίων τῆς προτέρας ἐμπέπτωκεν ἄγρα.“ αὕτη δέ· „τὴν ἐσθῆτα,“ φησί, „πρὸς τοῦ σοῦ Ποσειδῶνος, φύλαττε τὴν ἐμήν, ἄχρις ἂν τοῖς κύμασιν ἐμαυτὴν ἀπολούσω.“ ἥσθην ἀληθῶς καὶ σφόδρα χαίρων τὴν αἴτησιν προσηκάμην οἷα δὴ μέλλων | |
10 | αὐτὴν καταγυμνωθεῖσαν ὁρᾶν. ὡς οὖν ἐξεδύσατο καὶ τὸν ἔσχατον χιτωνίσκον, ὅλος ἐξέστην ἐκπλαγεὶς πρὸς τὴν λαμπρότητα τῶν μελῶν. ἐξέλαμπε γὰρ ἐκ πολλῆς τε καὶ μελαίνης κόμης λευκὸς μὲν τράχηλος, ξανθὴ δὲ παρειά· χρώματα λαμπρὰ μὲν τῇ φύσει, ἀνθηρότερα δὲ τῇ πρὸς τὸ | |
15 | μέλαν φιλονεικίᾳ. ἐντεῦθεν εἰσπεπήδηκεν ἔνδον καὶ παρενή‐ χετο τῇ θαλάττῃ· ἦν γὰρ ἀτάραχον καὶ γαληναῖον τὸ κῦμα. καὶ τῷ ἀφρῷ τοῦ περιρρέοντος κύματος ἡ χροιὰ τοῦ σώματος λευκανθίζουσα παρισοῦτο. νὴ τοὺς Ἔρωτας, εἰ μὴ πρότερον ἔτυχον τεθεαμένος αὐτήν, ᾠήθην ἄν τινα τῶν | 17 |
20 | θρυλουμένων Νηρηίδων ὁρᾶν. ὡς δὲ ἱκανῶς εἶχε τῶν θαλαττίων λουτρῶν, εἶπες ἂν τὴν κόρην ἀνίσχουσαν τῶν κυμάτων ἰδών· „οὕτω τῆς θαλάττης τὴν Ἀφροδίτην εὐπρεπῶς προϊοῦσαν γράφουσιν οἱ ζωγράφοι.“ αὐτίκα γοῦν προσδραμὼν θοιμάτιον ἐπεδίδουν τῇ ποθουμένῃ, | |
25 | προσπαίζων ἅμα καὶ πειρώμενος τῆς καλῆς. ἣ δὲ (ἦν γὰρ, ὡς ἔοικε, σεμνή τε καὶ βλοσυρά) ἠρυθρίασε μετ’ ὀργῆς, καὶ γέγονε τὸ πρόσωπον θυμουμένη καλλίων, τὸ δὲ ὄμμα καίπερ ἀγανακτούσης ἡδύ, ὥσπερ καὶ τὸ τῶν ἄστρων πῦρ φῶς μᾶλλόν ἐστιν ἢ πῦρ. τόν τε θηρατικὸν κατέαξε | |
30 | κάλαμον, καὶ τοὺς ἰχθῦς προσέρριψε τῇ θαλάττῃ. ἐγὼ δὲ ἀμήχανος παρειστήκειν, καὶ οὓς ἐθηρασάμην θρηνῶν καὶ | |
ἣν οὐκ ἤγρευσα μειζόνως δακρύων. | 18 | |
1.8(t1) | ΙΠΠΟΚΟΜΟΣ ΙΠΠΕΩΣ ΕΡΩΤΙΚΟΥ | |
t2 | ηʹ | |
t3 | Ἐχέπωλος Μελησίππῳ. | |
1 | „Εὖγε τῆς εὐπρεπείας, βαβαὶ τῆς ἐλάσεως. ὡς ἀμφοτερο‐ δέξιος οὗτος πέφυκεν ὁ ἱππότης. καὶ κάλλει διαπρέπει, καὶ ὑπερφέρει τῷ τάχει. ὡς ἔοικε, τοῦτον οὐκ ἐδάμασεν Ἔρως, ἀλλ’ ἔστιν αὐτὸς περιπόθητος Ἄδωνις ταῖς ἑταίραις.“ | |
5 | ταῦτά μου λέγοντος ὁ χρυσοῦς ἀκήκοεν ἱππεύς, καὶ διαμεμ‐ φόμενος ἔφη· „οὐδὲν πρὸς τὸν Διόνυσον οὐδὲ πρὸς ἐμὲ τοῦτον οἰκείως εἴρηκας τὸν λόγον. ἄριστα μόνος οἶδεν ἱππάζεσθαι πόθος. αὐτὸς ἐμὲ καὶ δι’ ἐμοῦ τάχιστα τὸν ἵππον ἐλαύνει, καὶ τὸν θέοντα κεντρίζει δεινῶς ὀξύτερον | |
10 | κατεπείγων. ἐπίδος οὖν, ἱπποκόμε, τοῖς δρόμοις, ἅμα τε ᾄδων καὶ ᾄσμασιν ἐρωτικοῖς τὸν ἔρωτα θεραπεύων.“ ᾖδον τοίνυν τοιόνδε πρὸς ἐκεῖνον αὐτοσχέδιον μέλος, ἐξ αὐτοῦ τὴν πρόφασιν εἰληφώς· „ἐγώ σε, δέσποτα, κατά γε τὴν ἐμὴν εἰκότως ἱπποδρόμον ἐνόμιζον ἐλεύθερον βέλους. εἰ δὲ | |
15 | τοσοῦτον κάλλος ἔχων ἐρᾷς, νὴ τὴν Ἀφροδίτην, ἀδικοῦσιν οἱ Ἔρωτες. ὅμως γε τοῦτό σε μὴ σφόδρα λυπείτω. καὶ τὴν | |
ἑαυτῶν ἔτρωσαν ἐκεῖνοι μητέρα.“ | 19 | |
1.9(t1) | ΔΟΛΟΣ ΓΥΝΑΙΚΟΣ ΔΙ’ ΟΥ ΘΕΡΑΠΟΝΤΩΝ ΚΑΙ | |
t2 | ΣΥΝΟΙΚΟΥ ΠΑΡΟΝΤΩΝ ΕΦΗΨΑΤΟ ΤΟΥ ΜΟΙΧΟΥ | |
t3 | θʹ | |
t4 | Στησίχορος Ἐρατοσθένει. | |
1 | Γυνή τις ἐν ἀγορᾷ προϊοῦσα τόν τε σύνευνον εἶχε πλησίον, καὶ ὑπὸ τῶν οἰκετῶν περιεστοιχίζετο κύκλῳ. ὡς δὲ προσιόντα τὸν ἑαυτῆς εἶδε μοιχόν, ἄφνω βουλεύεται δαιμονίως ἅμα τῇ θέᾳ, ὅπως ἂν εὐπροσώπως ἅψηται τοῦ ποθουμένου, καί | |
5 | τι τυχὸν καὶ λαλοῦντος ἀκούσῃ. αὐτὴ μὲν οὖν ὤλισθεν, ὡς ἐδόκει, καὶ πέπτωκεν ἐπὶ γόνυ· ὁ δὲ μοιχὸς συμπράττων ὥσπερ ἀπὸ συνθήματος τῇ γνώμῃ τῆς γυναικὸς ὀρέγει τὴν χεῖρα καὶ διανίστησι πεπτωκυῖαν λαβόμενος τῆς δεξιᾶς καὶ τοῖς ἐκείνης δακτύλοις τοὺς ἑαυτοῦ περιπλέξας, καὶ ὡς | |
10 | οἶμαι πρὸς τοῦ ἔρωτος ὑπέτρεμον ἀμφοτέρων αἱ χεῖρες. ὁ μὲν μοιχὸς τῆς πεπλασμένης αὐτὴν παραμυθούμενος συμ‐ φορᾶς εἶπεν ἄττα δήπου καὶ ἔβη. ἣ δέ, ὥσπερ ἀλγοῦσα, λάθρᾳ τῷ στόματι προσάγει τὴν χεῖρα, καὶ τοὺς ἑαυτῆς πεφιλήκει δακτύλους, ὧν ἐκεῖνος προσήψατο, ἔτι δὲ καὶ | |
15 | τοῖς ὀφθαλμοῖς ἐρωτικῶς ὑπέθηκε τούτους, δάκρυον ὑποκρί‐ σεως ἀποματτομένη τῶν μάτην πρὸς αὐτῆς ὑποθλιβομένων | |
βλεφάρων. | 20 | |
1.10(t1) | ΩΣ ΕΝ ΕΠΙΣΤΟΛΗΙ ΤΟ ΚΑΤΑ ΑΚΟΝΤΙΟΝ ΚΑΙ | |
t2 | ΚΥΔΙΠΠΗΝ ΕΡΩΤΙΚΟΝ ΔΙΗΓΗΜΑ | |
t3 | ιʹ | |
t4 | Ἐρατόκλεια Διονυσιάδι. | |
1 | Ἀκόντιος τὴν Κυδίππην καλὸς νεανίας καλὴν ἔγημε κόρην. ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ κατὰ θεῖον ἀεὶ προσπελάζει. τὴν μὲν ἅπασι τοῖς ἑαυτῆς φιλοτί‐ μοις κεκόσμηκεν Ἀφροδίτη, μόνου τοῦ κεστοῦ φεισαμένη· | |
5 | καὶ τοῦτον πρὸς τὴν παρθένον εἶχεν ἐξαίρετον ἡ θεός. καὶ τοῖς ὄμμασι Χάριτες οὐ τρεῖς καθ’ Ἡσίοδον, ἀλλὰ δεκάδων περιχορεύει δεκάς. τὸν δὲ νέον ἐκόσμουν ὀφθαλμοὶ φαιδροὶ μὲν ὡς καλοῦ, φοβεροὶ δὲ ὡς σώφρονος, καὶ φύσεως ἔρευθος εὐανθὲς ἐπιτρέχον ταῖς παρειαῖς. οἱ δὲ φιλοθεάμονες τοῦ | |
10 | κάλλους εἰς διδασκάλου προϊόντα περιεσκόπουν συνωθοῦν‐ τες ἀλλήλους, καὶ ἦν ὁρᾶν πρὸς τούτων πληθούσας μὲν ἀγορὰς στενοχωρουμένας δὲ λαύρας. καὶ πολλοί γε διὰ | |
τοῦτο τὸ λίαν ἐρωτικὸν τοῖς ἴχνεσι τοῦ μειρακίου τοὺς ἑαυτῶν ἐφήρμοζον πόδας. οὗτος ἠράσθη Κυδίππης. ἔδει γὰρ | 21 | |
15 | τὸν καλὸν τοσούτους τετοξευκότα τῷ κάλλει μιᾶς ἀκίδος ἐρωτικῆς πειραθῆναί ποτε καὶ γνῶναι σαφῶς, οἷα πεπόνθα‐ σιν οἱ δι’ αὐτὸν τραυματίαι. ὅθεν ὁ Ἔρως οὐ μετρίως ἐνέτεινε τὴν νευράν (ὅτε καὶ τερπνὴ πέφυκεν ἡ τοξεία), ἀλλ’ ὅσον εἶχεν ἰσχύος προσελκύσας τὰ τόξα σφοδρότατα διαφῆκε τὸ | |
20 | βέλος. τοιγαροῦν εὐθέως, ὦ κάλλιστον παιδίον Ἀκόντιε, δυοῖν θάτερον, ἢ γάμον ἢ θάνατον διελογίζου βληθείς. πλὴν αὐτὸς ὁ τρώσας ἀεί τινας παραδόξους μηχανὰς διαπλέκων ὑπέθετό σοι καινοτάτην βουλήν, τάχα που τὸ σὸν αἰδούμε‐ νος κάλλος. αὐτίκα γοῦν κατὰ τὸ Ἀρτεμίσιον ὡς ἐθεάσω | |
25 | προκαθημένην τὴν κόρην, τοῦ κήπου τῆς Ἀφροδίτης Κυδώνιον ἐκλεξάμενος μῆλον ἀπάτης αὐτῷ περιγεγράφηκας λόγον καὶ λάθρᾳ διεκύλισας πρὸ τῶν τῆς θεραπαίνης ποδῶν. ἡ δὲ τὸ μέγεθος καὶ τὴν χροιὰν καταπλαγεῖσα ἀνήρπασεν, ἅμα διαποροῦσα τίς ἄρα τοῦτο τῶν παρθένων μετέωρος | |
30 | ἀπέβαλε τοῦ προκολπίου· „ἆρα“, φησίν, „ἱερὸν πέφυκας, ὦ μῆλον; τίνα δέ σοι πέριξ ἐγκεχάρακται γράμματα; καὶ τί σημαίνειν ἐθέλεις; δέχου μῆλον, ὦ κεκτημένη, οἷον οὐ τεθέαμαι πρότερον. ὡς ὑπερμέγεθες, ὡς πυρρωπόν, ὡς ἐρύθημα φέρον τῶν ῥόδων. εὖγε τῆς εὐωδίας· ὅσον καὶ | |
35 | πόρρωθεν εὐφραίνει τὴν αἴσθησιν. λέγε μοι, φιλτάτη, τί τὸ περίγραμμα τοῦτο;“ ἡ δὲ κόρη κομισαμένη καὶ τοῖς ὄμμασι περιθέουσα τὴν γραφὴν ἀνεγίνωσκεν ἔχουσαν ὧδε· „μὰ τὴν Ἄρτεμιν Ἀκοντίῳ γαμοῦμαι“. ἔτι διερχομένη τὸν ὅρκον εἰ καὶ ἀκούσιόν τε καὶ νόθον τὸν ἐρωτικὸν λόγον ἀπέρριψεν | |
40 | αἰδουμένη, καὶ ἡμίφωνον καταλέλοιπε λέξιν τὴν ἐπ’ ἐσχάτῳ | |
κειμένην ἅτε διαμνημονεύουσαν γάμον, ὃν σεμνὴ παρθένος κἂν ἑτέρου λέγοντος ἠρυθρίασε. καὶ τοσοῦτον ἐξεφοινίχθη τὸ πρόσωπον, ὡς δοκεῖν ὅτι τῶν παρειῶν ἔνδον εἶχέ τινα ῥόδων λειμῶνα, καὶ τὸ ἐρύθημα τοῦτο μηδὲν τῶν χειλῶν | 22 | |
45 | αὐτῆς διαφέρειν. εἶπεν ἡ παῖς, ἀκήκοεν Ἄρτεμις· καὶ παρ‐ θένος οὖσα θεός, Ἀκόντιε, συνελάβετό σοι τοῦ γάμου. τέως οὖν τὸν δείλαιον—ἀλλ’ οὔτε θαλάττης τρικυμίας οὔτε πόθου κορυφούμενον σάλον εὐμαρὲς ἀφηγεῖσθαι· δάκρυα μόνον, οὐχ ὕπνον αἱ νύκτες ἐπῆγον τῷ μειρακίῳ· κλαίειν | |
1.10(50) | γὰρ αἰδούμενος τὴν ἡμέραν τὸ δάκρυον ἐταμιεύετο ταῖς νυξίν. ἐκτακεὶς δὲ τὰ μέλη καὶ δυσθυμίαις μαραινόμενος τὴν χροιὰν καὶ τὸ βλέμμα δεινῶς ὡρακιῶν ἐδεδίει τῷ τεκόντι φανῆναι καὶ εἰς ἀγρὸν ἐπὶ πάσῃ προφάσει τὸν πατέρα φεύγων ἐφοίτα. διόπερ οἱ κομψότεροι τῶν ἡλικιωτῶν | |
55 | Λαέρτην αὐτὸν ἐπωνόμαζον, γηπόνον τὸν νεανίσκον οἰόμενοι γεγονέναι. ἀλλ’ Ἀκοντίῳ οὐκ ἀμπελῶνος ἔμελεν, οὐ σκαπάνης, μόνον δὲ φηγοῖς ὑποκαθήμενος ἢ πτελέαις ὡμίλει τοιάδε· „εἴθε, ὦ δένδρα, καὶ νοῦς ὑμῖν γένοιτο καὶ φωνή, ὅπως ἂν εἴπητε μόνον· ‘Κυδίππη καλή‘. ἢ γοῦν | |
60 | τοσαῦτα κατὰ τῶν φλοιῶν ἐγκεκολαμμένα φέροιτε γράμματα, ὅσα τὴν Κυδίππην ἐπονομάζει καλήν. Κυδίππη, καλήν σε | |
καὶ εὔορκον ὁμοίως προσείπω ταχύ, μηδὲ Ἄρτεμις ἐπί σοι ποιναῖον βέλος ἀφῇ καὶ ἀνέλῃ· μένῃ δὲ τὸ πῶμα προσκεί‐ μενον τῇ φαρέτρᾳ. ὢ δυστυχὴς ἐγώ. τί δέ σοι τοῦτον ἐπῆγον | 23 | |
65 | τὸν φόβον; ὁπότε καί φασι τὴν θεὸν ἐπὶ πάσαις μὲν ἁμαρτάσι κινεῖσθαι δεινῶς, μάλιστα δὲ τοὺς ἀμελοῦντας τῶν ὅρκων πικρότερον τιμωρεῖσθαι. εἴθε μὲν οὖν ὡς ἀρτίως ηὐχόμην εὔορκος εἴης, εἴθε γάρ· εἰ δὲ ἀποβαίη, ὅπερ μηδὲ λέγειν καλόν, ἡ Ἄρτεμις ἔσται σοι, παρθένε, πραεῖα· οὐ σὲ γὰρ, | |
70 | ἀλλὰ τὸν δόντα τῆς ἐπιορκίας τὴν πρόφασιν κολαστέον. μαθήσομαι μόνον ὡς μεμέληκας τῶν γραμμάτων, καὶ τοῦ σοῦ πρηστῆρος τὴν ἐμὴν ψυχὴν ἀπαλλάττων οὐχ ἧττον αἵματος ἀφειδήσω τοῦ ἡμετέρου ἤπερ ὕδατος εἰκῆ χεομένου. ἀλλ’ ὦ φίλτατα δένδρα, τῶν ἡδυφώνων ὀρνίθων οἱ θῶκοι, | |
75 | ἆρα κἂν ἐν ὑμῖν ἐστὶν οὗτος ὁ ἔρως, καὶ πίτυος τυχὸν ἠράσθη κυπάριττος ἢ ἄλλο φυτὸν ἑτέρου φυτοῦ; μὰ Δία, οὐκ οἶμαι· οὐ γὰρ ἐφυλλορροεῖτε καὶ τοὺς κλάδους ἁπλῶς ὁ πόθος κόμης ὑμᾶς καὶ ἀγλαΐας ἐψίλου, ἀλλὰ καὶ μέχρι στελέχους τε καὶ ῥιζῶν ὑπονοστήσας τῷ πυρσῷ διικνεῖτο.“ | |
80 | τοιαῦτα μὲν τὸ παιδίον Ἀκόντιος διελέγετο πρὸς τῷ σώματι μαραινόμενος καὶ τὸν νοῦν. τῇ δὲ Κυδίππῃ πρὸς ἕτερον | |
ηὐτρεπίζετο γάμος. καὶ πρὸ τῆς παστάδος τὸν ὑμέναιον ᾖδον αἱ μουσικώτεραι τῶν παρθένων καὶ μελλιχόφωνοι (τοῦτο δὴ Σαπφοῦς τὸ ἥδιστον φθέγμα). ἀλλ’ ἄφνω νενόση‐ | 24 | |
85 | κεν ἡ παῖς, καὶ πρὸς ἐκφορὰν ἀντὶ νυμφαγωγίας οἱ τεκόντες ἑώρων. εἶτα παραδόξως ἀνέσφηλε, καὶ δεύτερον ὁ θάλαμος ἐκοσμεῖτο· καὶ ὥσπερ ἀπὸ συνθήματος τῆς Τύχης αὖθις ἐνόσει. τρίτον ὁμοίως ταῦτα συμβέβηκε τῇ παιδί, ὁ δὲ πατὴρ τετάρτην οὐκ ἀνέμεινε νόσον, ἀλλ’ ἐπύθετο τοῦ | |
90 | Πυθίου, τίς ἄρα θεῶν τὸν γάμον ἐμποδίζει τῇ κόρῃ. ὁ δὲ Ἀπόλλων πάντα σαφῶς τὸν πατέρα διδάσκει, τὸν νέον, τὸ μῆλον, τὸν ὅρκον, καὶ τῆς Ἀρτέμιδος τὸν θυμόν· καὶ παραι‐ νεῖ θᾶττον εὔορκον ἀποφῆναι τὴν κόρην. „ἄλλως τε“, φησί, „Κυδίππην Ἀκοντίῳ συνάπτων οὐ μόλιβδον ἂν συνεπι‐ | |
95 | μίξαις ἀργύρῳ, ἀλλ’ ἑκατέρωθεν ὁ γάμος ἔσται χρυσοῦς.“ ταῦτα μὲν ἔχρησεν ὁ μαντῷος θεός, ὁ δὲ ὅρκος ἅμα τῷ χρησμῷ συνεπληροῦτο τοῖς γάμοις. αἱ δὲ τῆς παιδὸς ἡλικιώτιδες ἐνεργὸν ὑμέναιον ᾖδον οὐκ ἀναβαλλόμενον ἔτι οὐδὲ διακοπτόμενον νόσῳ. καὶ ἡ διδάσκαλος ὑπέβλεπε τὴν | |
1.10(100) | ἀπᾴδουσαν καὶ εἰς τὸ μέλος ἱκανῶς ἐνεβίβαζε χειρονομοῦσα τὸν τρόπον. ἕτερος δὲ τοῖς ᾄσμασιν ἐπεκρότει, καὶ ἡ δεξιὰ τοῖς δακτύλοις ὑπεσταλμένοις ὑποκειμένην τὴν ἀριστερὰν ἔπληττεν εἰς τὸ κοῖλον, ἵν’ ὦσιν αἱ χεῖρες εὔφωνοι συμπλητ‐ | |
τόμεναι τρόπον κυμβάλων. ἅπαντα δ’ οὖν ὅμως βραδύνειν | 25 | |
105 | ἐδόκει τῷ Ἀκοντίῳ, καὶ οὔτε ἡμέραν ἐκείνης ἐνόμισε μακρο‐ τέραν ἑωρακέναι οὔτε νύκτα βραχυτέραν. Τῆς νυκτὸς ἐκείνης Ἀκόντιος οὐκ ἂν ἠλλάξατο τὸν Μίδου χρυσόν, οὐδὲ τὸν Ταντάλου πλοῦτον ἰσοστάσιον ἡγεῖτο τῇ κόρῃ. καὶ σύμψηφοι πάντες ἐμοί, ὅσοι μὴ καθάπαξ τῶν ἐρωτικῶν | |
110 | ἀμαθεῖς· τὸν γὰρ ἀνέραστον οὐκ ἀπεικὸς ἀντίδοξον εἶναι. ὃς δ’ οὖν τῇ παρθένῳ βραχέα νυκτομαχήσας ἐρωτικῶς, τό γε λοιπὸν εἰρηναίων ἀπέλαυεν ἡδονῶν. ἐκαίοντο δὲ κατὰ δώματα δαΐδες ἐκ λιβανωτοῦ συγκείμεναι, ὥστε ἅμα καί‐ εσθαι καὶ θυμιᾶσθαι καὶ παρέχειν τὸ φῶς μετ’ εὐωδίας. | |
115 | πάλαι τοίνυν αἱ παρθένοι συναριθμουμένης αὐταῖς τῆς Κυδίππης ἐπλεονέκτουν σφόδρα τῶν γυναικῶν, τὸν κολο‐ φῶνα φέρουσαι τῆς εὐπρεπείας· νυνὶ δὲ τῆς νύμφης ἐν γυναιξὶ ταττομένης μειονεκτοῦσιν αἱ κόραι· τοσοῦτον ἡ φύσις ἁπανταχοῦ τὸ λαμπρὸν αὐτῆς ἐκορυφώσατο κάλλος. | |
120 | ὥσπερ δὲ χρυσόπολις ἡ πόα τῷ χρυσῷ μειρακίῳ συνήπτετο προσφυῶς. ἄμφω δὲ λαμπροῖς ὄμμασιν οἷον ἀστέρες ἀνταυγοῦντες ἀλλήλοις φαιδρότερον τῆς ἀλλήλων ἀπέλαυον | |
ἀγλαΐας. | 26 | |
1.11(t1) | ΓΥΝΗ ΠΟΘΟΥΣΑ ΜΕΙΡΑΚΙΟΝ ΠΥΝΘΑΝΕΤΑΙ ΤΗΣ | |
t2 | ΔΟΥΛΗΣ ΕΙ ΚΑΛΟΣ Ο ΠΟΘΟΥΜΕΝΟΣ | |
t3 | ιαʹ | |
t4 | Φιλόστρατος Εὐαγόρᾳ. | |
1 | Παιδίσκην ἑαυτῆς ὧδέ πως ἤρετό τις γυνή· „πρὸς τῶν Χαρίτων, ὁποῖον δοκῶ σοι νεανίσκον ποθεῖν; ἐγὼ μὲν γὰρ οἶμαι καλόν· ἀλλ’ ἐρῶσα τυχὸν σφάλλομαι περὶ τὴν κρίσιν τοῦ ποθουμένου καὶ ἔρωτι πλανῶμαι τὴν ὄψιν. λέγε δή μοι | |
5 | κἀκεῖνο, τί φασιν αἱ καθορῶσαι τοῦτον γυναῖκες; πότερον αὐτὸν ἐπαινοῦσι τοῦ κάλλους, ἢ ψέγουσιν ἀποστραφεῖσαι τὴν θέαν;“ ἣ δὲ μαστροπεύουσα πρὸς τὴν κεκτημένην φησί· „νὴ τὴν Ἄρτεμιν, ἐγὼ πολλῶν ἀκήκοα γυναικῶν αὐτήκοος γινομένη πλησίον ἐπιφθεγγομένων τοιάδε τῷ νέῳ· ‘ἰδοὺ | |
10 | μειράκιον εὐπρεπές, ἰδοὺ κάλλος ἀπηκριβωμένον τῇ φύσει· τοιούτους ἔδει πλάττεσθαι τοὺς Ἔρωτας μᾶλλον ἢ κατὰ Ἀλκιβιάδου μορφήν. κάλλος γε καλόν, νὴ τὰς φίλας Ὥρας. χαρίεις ὁ νεανίας ἐπὶ κάλλει μέγα φρονῶν, οὐ μέντοι εἰς ὑπερηφάνειαν, ἀλλ’ εἰς τὸ ἁβρὸν καὶ μεγαλοπρεπές. ἱκανὸν | |
15 | πρὸς ἔρωτα καὶ μόνον τὸ ἐπίγρυπον τοῦ νεανίσκου, ἱκανὴ δὲ καὶ ἡ κόμη, καλὴ μὲν καθ’ ἑαυτὴν οὖσα, ἔτι δὲ καλλίων περικειμένη μὲν τῷ μετώπῳ, συγκατιοῦσα δὲ τῷ ἰούλῳ | |
παρὰ τὸ οὖς. τὸ δὲ χλανιδίσκιον βαβαὶ τῶν χρωμάτων· οὐ γὰρ ἐφ’ ἑνὸς μένει χρώματος, ἀλλὰ τρέπεται καὶ μετανθεῖ. | 27 | |
20 | οὗτος ἡμῖν εὐκταῖος ἐραστής, ἡβάσκων ἀμφὶ πρώτην ὑπήνην. εὐδαίμων ἡ τὸν νέον εὐτυχοῦσα ἐπίσης ἐραστὴν ὁμοῦ καὶ ἐρώμενον. μακαρία ἡ συγκοιμωμένη τούτῳ, χλιδῶσα κατ’ εὐνὴν καὶ ἐντρυφῶσα τῷ κάλλει. εὐμενεστέροις ὄμμασιν ἐκείνην αἱ Χάριτες εἶδον‘. καὶ πᾶσαί μοι δοκοῦσιν | |
25 | ἐρᾶν αὐτίκα τοῦ μειρακίου.“ ἥσθη ταῖς μαρτυρίαις καὶ ὑφ’ ἡδονῆς παντοδαπὰ χρώματα παρ’ ἕκαστον λόγον ἠφίει, καὶ (τὸ λεγόμενον δὴ τοῦτο) ἐδόκει τῇ κεφαλῇ ψαύειν τοῦ οὐρανοῦ. καὶ τότε πεπίστευκε τὸν νέον εἶναι καλόν· αὐταὶ γὰρ ἑαυτὰς αἱ γυναῖκες τότε δὴ κρίνουσιν εἶναι καλάς, ὅταν | |
30 | ἰδών τις ἐπαινέσῃ, ὅταν ἐρασθείη θαυμάσας. | |
1.12(t1) | ΝΕΟΣ ΠΡΟΣΚΑΛΟΥΜΕΝΟΣ ΠΑΝΤΑΣ ΤΗΣ ΦΙΛΗΣ | |
t2 | ΔΟΚΙΜΑΣΑΙ ΤΟ ΚΑΛΛΟΣ | |
t3 | ιβʹ | |
t4 | Εὐήμερος Λευκίππῳ. | |
1 | Τίς ἄρα τεθέαται τῆς ἕω τὰ κάλλη, τίς δὲ ταῖς ἑσπερίαις ὡμίληκε γυναιξίν; ἡκέτωσαν οἱ πανταχόθεν ἐρωτικοὶ | |
φιλογύναικες πρὸς κρίσιν τῆς ἐμῆς καλλικοίτης, καὶ σὺν ἀληθείᾳ λεγόντων, εἴ που τοιοῦτον ἱστορήκασιν ἀξιοθέατον | 28 | |
5 | κάλλος. ὅπου γὰρ ἄν τις αὐτῇ τοὺς ὀφθαλμοὺς ἐπιβάλῃ, πανταχοῦ κάλλος αὐτῷ συναντᾶται καὶ κάλλους ἐφάπτεται. ταύτης ὁ Μῶμος ἀποσφαλεὶς ἄχθεται καὶ στένει καὶ ἀπορεῖ παραδόξως. τεθαύμακα τὴν ἡλικίαν, τὴν χάριν, καὶ μέχρι τοῦ ποδὸς διῆλθε τὸ θαῦμα· φύσει γὰρ ὁ ποὺς εὔπλαστος | |
10 | ὢν καὶ τὰς ἀκοσμήτους οἶδε κοσμεῖν. ἐφήδομαι τοῖς τρόποις εὖ μάλα συμπρέπουσι τῇ μορφῇ· ἑταίρας μὲν γὰρ ἡ Πυθιὰς εἴληχε βίον, ἁπλότητα δὲ σύμφυτον ἔχει καὶ ἄμεμπτον ἦθος. ἅπαντα τῆς τάξεως τοῦ βίου βελτίω, καὶ αὐτόν με μάλιστα ᾕρηκε τῷ ἀκάκῳ. δῶρον δ’ ὅ τις δῷ ἐπαινεῖ, οὐχ | |
15 | ὥσπερ ἑταίρα πᾶν τὸ διδόμενον σμικρὸν ἡγουμένη. καὶ ὥσπερ κολοιὸς ἀεὶ παρὰ κολοιὸν ἱζάνομεν ἄμφω. τί δεῖ περαιτέρω προβαίνειν, ἔνθα δὴ τὰ τερπνὰ τῆς Ἀφροδίτης ἀπόρρητα; λεκτέον δὲ μόνον ὡς ἀντιλέγει τοσοῦτον, ὅσον ἐν τῷ βραδύνειν ἐρεθίσαι. | |
20 | Ὁ μὲν οὖν τράχηλος αὐτῆς ἀμβροσίας ὄδωδε, καὶ τὸ ἄσθμα ἡδύ· εἰ δὲ μήλων ἢ ῥόδων πόμασι συμμιγέντων | |
ἀπόζει, φιλήσας ἐρεῖς. τοῖς δὲ στέρνοις τῆς καλῆς ἐπιθεὶς τὴν κεφαλὴν ἠγρύπνουν, αὐτὸ καταφιλῶν τὸ πήδημα τῆς καρδίας. οὔκουν τῶν ἀφροδισίων, ὡς ἔφη τις, εἰς τὸ τῆς | 29 | |
25 | ἡδονῆς τέλος ὁδός ἐστιν μία. ἀναφρόδιτοι γὰρ αἱ δυσειδεῖς γυναῖκες, καὶ ἡδονῆς ἐν ἐκείναις οὐκ ἀρχὴν οὐ τέλος εὕροι τις ἄν. ἐπεὶ κἀν τοῖς ἐδέσμασιν ἓν τέλος ὁ κόρος· ἀλλὰ τὰ μὲν τρέφει καὶ τέρπει, τὰ δὲ παντελῶς ἀνατρέπει. διὰ ταύτην ἡμέρα μοι πᾶσα λευκὴ καὶ τῶν ἐν φαρέτρᾳ λογιζομένων εἰς | |
30 | εὐτυχίαν οὐχ ἥττων. ᾀδόντων μὲν οὖν ἀκήκοα πολλάκις ὡς πέφυκεν ἀποδημία τὸν πόθον ἐκλύειν, καὶ παροιμιαζόμενοι δέ φασι ‘τοσοῦτον φίλος, ὅσον ὁρᾷ τις ἐναντίον‘. ἐγὼ δὲ ὄμνυμι τὰς χάριτας Πυθιάδος ὡς οὐδὲ ἀποδημῶν ἀπεστάτουν τῆς πρὸς ἐκείνην φιλίας. οὐδὲν οὖν ἧττον ἐπανῆλθον ἐρῶν, | |
35 | μᾶλλον διαλιπὼν καὶ μειζόνως ᾐσθόμην τοῦ πόθου, καὶ χάριν οἶδα τῇ Τύχῃ, ὅτι μοι λήθην οὐκ ἐνέθηκε τῆς φιλτάτης. ἔφη δ’ ἄν τις ἐρωτικὸς ποιητὴς καθομηρίζων ἡμᾶς ‘ἀσπάσιοι | |
λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο‘. | 30 | |
1.13(t1) | ΠΑΙΣ ΕΠΟΘΕΙ ΤΗΝ ΤΟΥ ΦΥΣΑΝΤΟΣ ΠΑΛΛΑΚΗΝ. | |
t2 | ΙΑΤΡΟΣ ΔΙΕΓΝΩ ΤΟΝ ΕΡΩΤΑ ΤΥΧΗΙ ΠΛΕΟΝ Η | |
t3 | ΤΕΧΝΗΙ ΧΡΗΣΑΜΕΝΟΣ, ΚΑΙ ΜΕΘΟΔΩΙ ΠΕΙΘΕΙ | |
t4 | ΤΟΝ ΠΑΤΕΡΑ ΤΩΙ ΠΑΙΔΙ ΠΑΡΑΧΩΡΗΣΑΙ ΤΗΣ | |
t5 | ΠΑΛΛΑΚΙΔΟΣ | |
t6 | ιγʹ | |
t7 | Εὐτυχόβουλος Ἀκεστοδώρῳ. | |
1 | Τῷ μακρῷ καὶ τοῦτο, φίλτατε, κατέμαθον χρόνῳ, ὡς καὶ τέχναι πᾶσαι προσδέονται τύχης, καὶ τύχη διακοσμεῖται ταῖς ἐπιστήμαις. αἳ μὲν γὰρ ἀτελεῖς μὴ συνεργοῦντος τοῦ θείου, ἣ δὲ μᾶλλον εὐδοκιμεῖ τὰς ἑαυτῆς ἀφορμὰς τοῖς | |
5 | ἐπιστήμοσι δωρουμένη. ἐπεὶ τοίνυν μακρόν γε τὸ προοί‐ μιον, εὖ οἶδα, τῷ ποθοῦντι θᾶττον ἀκοῦσαι, ἤδη λέξω τὸ συμβάν, μηδὲν ἔτι μελλήσας. Χαρικλῆς ὁ τοῦ βελτίστου Πολυκλέους υἱὸς παλλακίδος τοῦ τεκόντος πόθῳ κλινοπετὴς ἦν, σώματος μὲν ἀφανῆ | |
10 | πλαττόμενος ἀλγηδόνα, ψυχῆς δὲ ταῖς ἀληθείαις αἰτιώμενος νόσον. ὁ γοῦν πατήρ, οἷα πατὴρ ἀγαθὸς καὶ σφόδρα φιλόπαις, αὐτίκα Πανάκειον μεταπέμπεται τὸν ὄντως ἐπώνυμον ἰατρόν, ὃς τοὺς μὲν δακτύλους τῷ σφυγμῷ προσαρμόζων, τὸν δὲ νοῦν μετάρσιον ἄγων τῇ τέχνῃ, καὶ | |
15 | τοῖς ὄμμασι τὸ διαγνωστικὸν ὑποφαίνων κίνημα τῆς | |
διανοίας οὐδὲν ὅλως ἀρρώστημα κατενόει γνώριμον ἰατροῖς. ἐπὶ πολὺ μὲν οὖν ὁ τοιοῦτος ἰατρὸς ἀμήχανος ἦν· τῆς δὲ ποθουμένης ἐκ ταὐτομάτου παριούσης διὰ τοῦ μειρακίου, ἀθρόον ὁ σφυγμὸς ἄτακτον ἥλατο, καὶ τὸ βλέμμα ταραχῶδες | 31 | |
20 | ἐδόκει, καὶ οὐδὲν ἄμεινον τὸ πρόσωπον διέκειτο τῆς χειρός. καὶ διχόθεν ὁ Πανάκειος διέγνω τὸ πάθος, καὶ ὅπερ ἁπλῶς ἐκ τέχνης οὐχ εἷλεν, ἐκ τύχης μᾶλλον εἶχε λαβών, καὶ τὸ δῶρον τῆς προνοίας εἰς καιρὸν ἐταμιεύετο τῇ σιωπῇ. καὶ πρῶτος ἦν αὐτῷ τῆς ἐπισκέψεως ἡγούμενος ὅδε ὁ τρόπος. | |
25 | αὖθις δὲ παραγενόμενος διεκελεύετο πᾶσαν τῆς οἰκίας κόρην τε καὶ γυναῖκα διὰ τοῦ κάμνοντος παριέναι, καὶ μὴ χύδην, ἀλλὰ κατὰ μίαν, ἐκ διαστήματος βραχέος διακρινομένας ἀλλήλων. καὶ τούτου γιγνομένου αὐτὸς μὲν τὴν ὑποκάρπιον ἀρτηρίαν τοῖς δακτύλοις ἡρμοκὼς ἐπεσκόπει, τὸν ἀκριβῆ | |
30 | γνώμονα τῶν Ἀσκληπιαδῶν καὶ μάντιν ἀψευδῆ τῶν ἐμφυομένων ἡμῖν διαθέσεων· ὁ δὲ τῷ πόθῳ κλινήρης πρὸς μὲν τὰς ἄλλας ἀτάραχος ἦν, τῆς δὲ παλλακῆς, ἧς εἶχεν ἐρωτικῶς, ἐκφανείσης, εὐθὺς καὶ τὸ βλέμμα πάλιν καὶ τὸν σφυγμὸν ἀλλοιότερος ἦν. ὁ δὲ σοφὸς καὶ λίαν εὐτυχὴς ἰατρὸς | |
35 | ἔτι μᾶλλον τὴν ἀπόδειξιν τῆς νόσου παρ’ ἑαυτῷ βεβαιότερον ἐπιστοῦτο, τὸ τρίτον τῷ σωτῆρι φάσκων. προφασισάμενος γὰρ κατασκευῆς αὐτῷ φαρμάκων δεῖσθαι τὸ πάθος, ἀπεχώρει τέως ὑπισχνούμενος τῇ ὑστεραίᾳ ταῦτα κομίζειν, ἅμα τε τὸν νοσοῦντα χρησταῖς παραθαρρύνων ἐλπίσι καὶ δυσφο‐ | |
40 | ροῦντα ψυχαγωγῶν τὸν πατέρα. ὡς δὲ κατὰ καιρὸν ἐπηγγελμένον παρῆν, ὁ μὲν πατὴρ καὶ πάντες οἱ λοιποὶ | |
σωτῆρα τὸν ἄνδρα προσεῖπον, καὶ φιλοφρόνως ἠσπάζοντο προσιόντες· ὁ δὲ χαλεπαίνων ἐβόα, καὶ δυσανασχετῶν αὐστηρῶς τὴν θεραπείαν ἀπέγνω. τοῦ δὲ Πολυκλέους | 32 | |
45 | λιπαροῦντος ἅμα καὶ πυνθανομένου τῆς ἀπογνώσεως τὴν αἰ‐ τίαν, ἠγανάκτει σφοδρότερον κεκραγώς, καὶ ἀπαλλάττεσθαι τὴν ταχίστην ἠξίου. ἀλλ’ ὁ πατὴρ ἔτι μᾶλλον ἱκέτευε, τά τε στήθη φιλῶν καὶ τῶν γονάτων ἁπτόμενος. τότε δῆθεν πρὸς ἀνάγκης ὧδε σὺν ὀργῇ τὴν αἰτίαν ἐξεῖπε· „τῆς ἐμῆς γαμετῆς | |
1.13(50) | οὗτος ἐκτόπως ἐρᾷ καὶ παρανόμῳ τήκεται πόθῳ, καὶ ζηλοτυπῶ τὸν ἄνθρωπον ἤδη καὶ οὐ φέρω θέαν ἀπειλου‐ μένου μοιχοῦ.“ ὁ τοίνυν Πολυκλῆς τοῦ παιδὸς ᾐσχύνθη τὴν νόσον ἀκούων, καὶ τὸν Πανάκειον ἠρυθρία, πλὴν ὅλως τῆς φύσεως γεγονὼς οὐκ ἀπώκνησε περὶ τῆς αὐτοῦ γυναικὸς | |
55 | τὸν ἰατρὸν ἱκετεύειν, ἀναγκαίαν τινὰ σωτηρίαν οὐ μοιχείαν τὸ πρᾶγμα καλῶν. ἔτι δὲ τοιαῦτα δεομένου τοῦ Πολυκλέους ὁ Πανάκειος διωλύγιον κατεβόα φάσκων οἷάπερ εἰκὸς ἦν φθέγγεσθαι δεινοπαθοῦντα τὸν αἰτούμενον ἐξ ἰατροῦ μεταβαλεῖν εἰς μαστροπὸν καὶ μοιχείας τῆς ἑαυτοῦ γαμετῆς | |
60 | 〈συλλαβεῖν〉, εἰ μὴ φανερῶς οὕτως τοῖς ῥήμασιν. ἐπεὶ δὲ | |
πάλιν ἐνέκειτο Πολυκλῆς ἀντιβολῶν τὸν ἄνδρα, καὶ πάλιν σωτηρίαν οὐ μοιχείαν ἐκάλει τὸ πρᾶγμα, ὁ συλλογιστικὸς ἰατρὸς ὡς ἐν ὑποθέσει τὸ συμβὰν ἀληθῶς ἀντεπάγων ἤρετο Πολυκλέα· „τι οὖν, πρὸς Διός, οὐδ’ ἂν ὁ παῖς τῆς σῆς ἤρα | 33 | |
65 | παλλακίδος, ἐκαρτέρεις αὐτῷ ποθοῦντι ταύτην ἐκδοῦναι;“ ἐκείνου δὲ φήσαντος „πάνυ γε, νὴ τὸν Δία“, ὁ σοφὸς ἔφη Πανάκειος· „οὐκοῦν σαυτόν, ὦ Πολύκλεις, ἱκέτευε, καὶ παραμυθοῦ τὰ εἰκότα. τῆς σῆς γὰρ οὗτος παλλακίδος ἐρᾷ. εἰ δὲ δίκαιον ἐμὲ τὴν ὁμόζυγα παραδιδόναι τῷ τυχόντι διὰ | |
70 | σωτηρίαν, ὡς ἔφης, πολύ γε μᾶλλον δικαιότερόν σε τῷ παιδὶ κινδυνεύοντι παραχωρῆσαι τῆς παλλακίδος.“ εἶπεν εὐμεθόδως, συνελογίσατο δυνατῶς, καὶ πέπεικε τὸν τεκόντα τοῖς οἰκείοις πειθαρχῆσαι δικαίοις. πρότερον μέντοι Πολυ‐ κλῆς ἑαυτῷ προσεφθέγγετο λέγων· „χαλεπὴ μὲν ἡ αἴτησις· | |
75 | δύο κακῶν εἰς αἵρεσιν προκειμένων τὸ μετριώτερον αἱρετέον.“ | |
1.14(t1) | ΠΟΡΝΙΔΙΟΝ ΠΡΟΣ ΝΕΟΥΣ ΑΙΣΜΑΣΙΝ ΟΥΚ | |
t2 | ΑΡΓΥΡΙΩΙ ΠΡΟΤΡΕΠΟΜΕΝΟΥΣ ΑΥΤΗΝ | |
t3 | ιδʹ | |
t4 | Φιλοχρημάτιον Εὐμούσῳ. | |
1 | Οὔτε αὐλὸς ἑταίραν οἶδε προτρέπειν οὔτε λύρᾳ τις ἐφέλκεται πόρνας ἀργυρίου χωρίς· κέρδει μόνον δουλεύομεν, | |
οὐ θελγόμεθα μελῳδίαις. τί οὖν μάτην, ὦ νέοι, διαρρήγνυσθε τὰς γνάθους ἐμφυσῶντες τῇ σύριγγι; οὐδὲν ὑμᾶς ὀνήσει τὰ | 34 | |
5 | κιθαρίσματα· τί πράγματα παρέχετε ταῖς χορδαῖς; τί δὲ καὶ ᾄδοντες ἔφητε· „οὐκ ἐπιθυμεῖς, ὦ παρθένε, γενέσθαι γυνή; μέχρι τίνος παρθένος καὶ κόρη, τὰ τῶν ἀνοήτων ὀνόματα;“ ἢ ταῦτα μὲν ἴστε που πάντως ὡς ἀνάργυρον οὐδὲν ταῖς ἑταίραις ἐστὶ πιθανόν, ᾠήθητε δέ με ῥᾳδίως | |
10 | ἐξαπατᾶν ὡς ἐρωτικῶν ἀγύμναστον παῖδα καὶ παντελῶς ἀμύητον Ἀφροδίτης, καὶ προχειρότερον ἑλεῖν ἢ λύκος λιπαρὰν ἄρνα καθεύδουσαν; ἀλλ’ ἔγωγε παλαιᾷ συνοῦσα πορνοδιδασκάλῳ τῇ ἀδελφῇ καὶ τοῖς ἐκείνης ἐρασταῖς κατὰ πρόφασιν ὁμιλοῦσα οὐδὲν ἔδοξα δυσμαθής, ἀλλὰ τὸν | |
15 | ἑταιρικὸν ἤδη μεμελέτηκα βίον καὶ παρατέθηγμαι τὸν νοῦν καὶ γέγονα ξυρὸν εἰς ἀκόνην καὶ ἀργυρίῳ τῶν νέων τὸν ἔρωτα δοκιμάζω· χρυσίου γὰρ μεῖζον τεκμήριον τοῦ κομιδῇ φιλεῖν οὐκ οἶδα ἕτερον. τοιγαροῦν τινὲς ἅμα προϊού‐ σας ὁρῶντες Κρωβύλου ζεῦγος ἀστεϊζόμενοι πολλάκις | |
20 | ἐπιφωνοῦσιν ἡμᾶς. νὴ τὰς Χάριτας, ἀκήκοα πολλάκις αὐτῆς εἰκότως ἐκεῖνο μάλιστα τοῖς φίλοις λεγούσης· „ὑμεῖς μὲν ὀρέγεσθε κάλλους, ἐγὼ δὲ χρημάτων ἐρῶ. οὐκοῦν ἀνεπιφθό‐ | |
νως τοὺς ἀλλήλων θεραπεύσωμεν πόθους.“ κἀγὼ τὸν νόμον ἀποδέχομαι καὶ ζηλῶ. τούτῳ πείθεσθε τῶν περιττῶν | 35 | |
25 | ὀργάνων ἀφέμενοι. τό γε ἡμέτερον οὐ κωλύσει· ἀλλ’ ἐὰν ἀργύριον ᾖ, πάντα θεῖ κἀλαύνεται. | |
1.15(t1) | ΔΥΟ ΠΟΛΕΙΣ ΚΑΤ’ ΑΛΛΗΛΩΝ ΔΙΕΚΕΙΝΤΟ | |
t2 | ΠΟΛΕΜΙΩΣ· ΜΙΑΣ ΤΟΥΤΩΝ ΒΑΣΙΛΕΥΣ ΗΡΑΣΘΗ | |
t3 | ΚΟΡΗΣ ΕΚ ΤΗΣ ΕΝΑΝΤΙΑΣ ΠΟΛΕΩΣ, [ΩΣ] | |
t4 | ΕΠΑΦΡΟΔΙΤΩΣ ΕΚΜΑΝΕΙΣΗΣ ΑΥΤΩΙ, ΚΑΙ ΓΑΜΟΥ | |
t5 | ΤΥΧΩΝ ΕΝ ΑΜΟΙΒΗΣ ΜΕΡΕΙ ΠΡΟΣ ΤΟΥΣ | |
t6 | ΠΟΛΙΤΑΣ ΕΣΠΕΙΣΑΤΟ ΤΗΣ ΦΙΛΤΑΤΗΣ | |
t7 | ιεʹ | |
t8 | Ἀφροδίσιος Λυσιμάχῳ. | |
1 | Οὐδέν, ὡς ἐγῷμαι, πιθανώτερον πέφυκεν οὐδ’ ἀνυσι‐ μώτερον Ἀφροδίτης. ἴσασι δὲ οἱ βεβλημένοι, καὶ τούτων ἡμῖν ἀντίψηφος οὐδὲ εἷς. αὕτη καὶ πόλεμον διαλύει καὶ δυσμενεῖς παρασκευάζει βεβαιότατα σπένδεσθαι πρὸς ἀλλή‐ | |
5 | λους. ἀμέλει τοι πολλάκις μετὰ στρατηγοὺς ἀρίστους καὶ μεγάλα στρατόπεδα καὶ πολλὴν τοῦ πολέμου συσκευὴν ὁ | |
βραχὺς ἐκεῖνος τοξότης μικρᾶς ἀκίδος βολῇ καὶ αὐτὸν δήπου τὸν Ἄρη περιττὸν ἀποφαίνει, πραότητα μὲν πορίζων, 〈ἀγριότητα δὲ ἐξορίζων〉. ἔνθα τις ὁπλίτην μὲν ἰδών, εἰ καὶ | 36 | |
10 | δύσμαχον, προυβάλλετο τὴν ἀσπίδα σὺν εὐτολμίᾳ κατιθύ‐ νων τὸ δόρυ, Ἔρωτος δὲ φανέντος γέγονε ῥίψασπις εὐθὺς ὁ τέως θρασύς, καὶ τὴν δεξιὰν ἀκονιτὶ προσανατείνας ὡμολό‐ γει τὴν ἧτταν, τῆς τε μάχης ὑπανεχώρει, μετατρέπων τὰ νῶτα παιδαρίῳ τοξότῃ, μηδέ γ’ οὖν μαλθακὸς αἰχμητὴς | |
15 | εἶναι δι’ ἐκεῖνον τολμήσας. Μίλητος τοίνυν καὶ Μυοῦς αἱ πόλεις ἐπὶ μήκιστον χρόνον πρὸς ἀλλήλας ἀνεπίμικτοι διετέλουν, πλὴν ὅσον ἐς Μίλη‐ τον οἱ τῆς ἑτέρας ὑπόσπονδοι βραχὺ προσεφοίτων, και‐ ρὸν ἔχοντες καὶ μέτρον τῆς αὐτόθι τιμωμένης Ἀρτεμίδος | |
20 | τὴν πανήγυριν καὶ σμικρὰν ἀνακωχὴν ἑκάτεροι τὴν ἑορτὴν ἐποιοῦντο. τούτους Ἀφροδίτη κατελεοῦσα διήλλαξεν, ἀφορ‐ μὴν εἰς σύμβασιν μηχανησαμένη τοιάνδε. κόρη γάρ τις τοὔνομα Πιερία, φύσει τε καλὴ κἀκ τῆς Ἀφροδίτης ἐπι‐ σημότερον κοσμηθεῖσα, ἐκ τοῦ Μυοῦντος ἐγκαίρως ἐπε‐ | |
25 | δήμησε τῇ Μιλήτῳ. καὶ τῆς θεοῦ τὸ πᾶν διεπούσης μετὰ τοῦ πλήθους εἰς Ἀρτέμιδος ἐχώρουν, ἡ μὲν παρθένος ταῖς Χάρισιν ἀγλαϊζομένη, Φρύγιος δὲ ὁ τοῦ ἄστεος βασιλεὺς | |
πρὸς τῶν Ἐρώτων κατατοξευόμενος τὴν ψυχὴν ἐπὶ τῇ κόρῃ τὴν πρώτην αὐτίκα φανείσῃ. καὶ θᾶττον ἄμφω συνῆλ‐ | 37 | |
30 | θον εἰς εὐνή, ἵνα καὶ πρὸς εἰρήνην ὅτι τάχιστα συναφ‐ θῶσιν αἱ πόλεις. ἔφη δ’ οὖν ὁ νυμφίος ἐρασμίως ἐναφροδι‐ σιάσας τῇ κόρῃ καὶ σπεύδων αὐτῇ πρέπουσαν ἀμοιβὴν ἀποδοῦναι· „εἴθε γὰρ θαρροῦσα λέξειας, ὦ καλή, τί ἄν σοι χαριέστατα γένοιτο παρ’ ἐμοῦ. καὶ διπλασίαν ἡδέως | |
35 | τὴν αἴτησιν ἀποπληρώσω.“ τοιαῦτα μὲν ὁ δίκαιος ἐραστής· σὲ δέ, ὦ πασῶν ὑπερφέρουσα γυναικῶν καὶ κάλλει καὶ γνώμῃ, τῆς ἔμφρονος οὐ παρήγαγεν εὐβουλίας οὐχ ὅρμος, οὐχ ἑλικτῆρες, οὐ πυλεὼν ὁ πολύτιμος, οὐ περιδέραιον, οὐ Λύδιός τε καὶ ποδήρης χιτών, οὐ πορ‐ | |
40 | φυρίδες, οὐ θεράπαιναι τῆς Καρίας οὐδὲ Λυδῶν ὑπερφυῶς ἱστουργοῦσαι γυναῖκες, οἷς ἅπασιν ἀτεχνῶς ἀγάλλεσθαι τὸ θῆλυ πέφυκε γένος, ἀλλ’ εἰς γῆν ἑώρας τὸ πρόσωπον, ὥσπερ τι συννοουμένη. εἶτα ἔφης ἐπιχαρίτως πεφοινιγ‐ μένη τὰς παρειὰς καὶ τὸ πρόσωπον ἐξ αἰδοῦς ἀποκλίνασα | |
45 | καὶ πῇ μὲν τῆς ἀμπεχόνης ἄκροις δακτύλοις ἐφαπτομένη τῶν κροσσῶν, πῇ δὲ περιστρέφουσα τοῦ ζωνίου τὸ ἄκρον, ἔστι δὲ ὅτε καὶ τοὔδαφος περιχαράττουσα τῷ ποδί (ταῦτα δὴ τὰ τῶν αἰδουμένων ἐν διαπορήσει κινήματα), ἔφης οὖν μόλις ἠρεμαίᾳ φωνῇ· „ἐπίνευσον, ὦ βασιλεῦ, | |
1.15(50) | ἐμέ τε καὶ τοὺς ἐμοὺς συγγενεῖς εἰς τήνδε τὴν εὐδαίμονα πόλιν ὅταν ἐθέλοιμεν ἐπ’ ἀδείας ἰέναι.“ ὁ δὲ Φρύγιος τῆς φιλοπάτριδος γυναικὸς ὅλον κατενόησε τὸν σκοπόν, ὡς διὰ τούτων ἐκείνη σπονδὰς πρὸς Μιλησίους πραγματεύ‐ εται τῇ πατρίδι, κατένευσέ τε βασιλικῶς, καὶ τὸ σπου‐ | 38 |
55 | δασθὲν ἐκύρωσε τῇ φιλτάτῃ, πιστότερον ἢ κατὰ θυσίαν ἐμπεδώσας ἐξ ἔρωτος τοῖς ἀστυγείτοσι τὴν εἰρήνην· φύσει γὰρ εὐδιάλλακτον ἄνθρωπος, ὅταν εὐτυχῇ· αἱ γὰρ εὐ‐ πραξίαι δειναὶ τὰς ὀργὰς ὑφαρπάζειν καὶ τοῖς εὐτυχή‐ μασι τὰ ἐγκλήματα διαλύειν. οὕτως οὖν ἐκφανῶς δεδήλω‐ | |
60 | κας, ὦ Πιερία, τὴν Ἀφροδίτην ἱκανὴν εἶναι παιδεύειν ῥήτορας οὐκ ὀλίγον ἀμείνους καὶ τοῦ Νέστορος τοῦ Πυ‐ λίου· πολλοὶ γὰρ πολλάκις ἑκατέρωθεν τῶν πόλεων σοφώ‐ τατοι πρέσβεις ἐξ ἑτέρας εἰς ἑτέραν ὑπὲρ εἰρήνης εἰσιόντες διὰ κενῆς ὅμως κατηφεῖς τε καὶ ἀσχάλλοντες ἄπρακτον | |
65 | ἀνέλυον τὴν πορείαν· ἐντεῦθεν τοιοῦτος εἰκότως παρὰ ταῖς Ἴωσι πάτριος ἐπεκράτησε λόγος· „εἴθε με παραπλη‐ σίως ὁ σύνοικος τιμήσειε τὴν ὁμόζυγα, ὥσπερ ὁ Φρύγιος τὴν καλὴν τετίμηκε Πιερίαν.“ | |
1.16(t1) | ΗΡΑ ΤΙΣ ΑΠΟΡΡΗΤΟΝ ΕΧΩΝ ΤΟΝ ΠΟΘΟΝ. | |
t2 | ΕΙΤΑ ΤΥΧΩΝ ΕΚ ΠΕΡΙΧΑΡΕΙΑΣ ΓΕΓΡΑΦΗΚΕ | |
t3 | ΦΙΛΩΙ | |
t4 | ιϛʹ | |
t5 | Λαμπρίας Φιλιππίδῃ. | |
1 | Ἔρωτι περιπεσὼν ἀπορρήτῳ κατ’ ἐμαυτὸν ἔφασκον ἀ‐ | |
πορῶν· „οὐδεὶς ἕτερος ἐπίσταται τῆς ἐμῆς καρδίας τὸ βέλος, εἰ μὴ σύ γε πάντως ὁ τρώσας καὶ ἡ ταῦτά σε καλῶς παι‐ δεύσασα μήτηρ. οὐ δύναμαι γὰρ οὐδενὶ τοὐμὸν ἀφηγή‐ | 39 | |
5 | σασθαι πάθος. πέφυκε δὲ τοῖς ποθοῦσιν ἔτι μᾶλλον ἐπαύ‐ ξειν ὁ λαθραῖος ἅμα καὶ σιγώμενος ἔρως· ἅπας γάρ, δι’ ὁτιοῦν ἀχθόμενος τὴν ψυχήν, τὸ λυποῦν ἐκλαλῶν ἐπι‐ κουφίζει τῇ διανοίᾳ τὸ βάρος. ὡς ταύτην, Ἔρως, βέβλη‐ κας τὴν ψυχήν, οὕτως ἴσῃ βολῇ τὴν ἐμὴν κατατόξευσον | |
10 | ἐρωμένην, μᾶλλον πραοτέρως, ἵνα μὴ ταῖς ἀλγηδόσιν αὐτῆς ἀμαυρώσῃς τὸ κάλλος.“ *** μηνύομαι ταχύ· ἔνδον εἰσπορεύομαι πρὸς ἐκείνην. λόγου μεταδίδωσιν ἡ φιλτάτη, καὶ συμπαραθεῖ τοῖς ῥήμασι χάρις καὶ τῶν μύρων αὐτῆς εὐοσμία καί πως αἰδουμένης τὸ βλέμμα δεινῶς ἐκμαῖνον | |
15 | τὸν ὀρθῶς ἐρῶντα· εἶδον χεῖρας ἄκρας καὶ πόδας, τὰ λαμπρὰ τοῦ κάλλους γνωρίσματα, καὶ πρόσωπον εἶδον εὐπρόσωπον· τὸ δέ τι καὶ τῶν στέρνων ἀμεληθὲν τεθεώ‐ ρηκα. πλὴν οὐ τεθάρρηκα τὸν πόθον ἐκφῆναι, ἐντὸς δὲ μόλις τῶν χειλῶν ὑποστένω· „σὺ τοίνυν, ὁ Ἔρως (δύνα‐ | |
20 | σαι γάρ), αὐτὴν παρασκεύασον πρώτην αἰτῆσαι καὶ προ‐ τρέψαι καὶ καθηγήσασθαι πρὸς εὐνήν.“ ταῦτα μὲν οὖν ἔφην ἀρτίως τῷ κρατίστῳ προσευχόμενος Ἔρωτι, ὃ δὲ ἀκήκοεν εὐμενῶς καὶ πεπλήρωκε τὴν εὐχήν. καὶ τῆς ἐμῆς αὐτὴ λαβομένη χειρὸς ἐμάλαττε τοὺς δακτύλους ἐκ τῶν | 40 |
25 | ἁρμῶν ἠρέμα χαλῶσα, καὶ προσεγέλασεν ἡδύ, καὶ ἦν σφόδρα βουλομένης τὸ βλέμμα, πάλαι μὲν σεμνόν, νῦν δὲ γέγονεν ἐξαίφνης ἐρωτικόν. τοιγαροῦν ἐκβακχευθεῖσα τῷ ἔρωτι ἀνέκλασέ τε πρὸς ἑαυτὴν τὸν αὐχένα, καὶ πεφί‐ ληκεν οὕτω προσφῦσα μανικῶς, ὥστε μόλις ἀποσπάσαι | |
30 | τὰ χείλη καὶ κατατέτριφέ μου τὸ στόμα. τῶν δὲ χειλῶν αὐτῆς ὑπανοιχθέντων ἀτμὸς εὐώδης καὶ τῶν ἔξωθεν οὐκ ἐλαττούμενος μύρων εἰς τὴν ψυχὴν ἐπωχετεύετο τὴν ἐμήν· τὰ δ’ ἄλλα (οἶδας γὰρ ὁποῖα τὰ λοιπά) νόει μοι κατὰ σαυτόν, ὦ φιλότης, οὐδὲν περιττοῦ δεόμενος λόγου. λέξω | |
35 | μέντοι τοιοῦτον, ὡς πρὸς ἀλλήλους ἐφιλονεικοῦμεν δι’ ὅλης τῆς νυκτός, ἁμιλλώμενοι τίς φανεῖται θατέρου μᾶλ‐ λον ἐρῶν· κἀν τοῖς ἀφροδισίοις κολακικῶς ὁμιλούντων | |
ἡμιτελεῖς ὑφ’ ἡδονῆς ὠλίσθαινον λόγοι. | 41 | |
1.17(t1) | Ο ΤΗΣ ΚΑΚΟΗΘΟΥΣ ΕΡΩΝ | |
t2 | ιζʹ | |
t3 | Ξενοπείθης Δημαρέτῳ. | |
1 | Ὢ δυστρόπου γυναικός, ὢ βαρβάρων ἠθῶν, ὢ ψυχῆς ἀνημέρου μηδὲ ἴσα θηρίοις τιθασευομένης τὴν φύσιν. ἔγ‐ νων ἑταίρας, ἐνέτυχον θεραπαίναις, ὁμοζύγων πεπείραμαι διαφόρων, καὶ θνητὸς ὢν πολλάκις καὐτὸς ὑπηρέτηκα | |
5 | 〈τῷ〉 θεῷ (ὁ γὰρ Ἔρως ὡς ὕδωρ ἀνὰ τοὺς κήπους ἀμα‐ ρεῦον ἄγει με πολυτρόπως), καὶ 〈πολλὰ〉 πολλαχοῦ κατὰ γυναικῶν, ὡς ἐπήβολος, ὡς ἐπιτυχής, ἔστησα τρό‐ παια, προσφόρως ἑκάστῃ τὰς ἐρωτικὰς μεθόδους προσά‐ γων. ἀλλὰ τῆς Δάφνιδος ἡττήθην, ὁμολογῶ, καὶ νῦν πρῶ‐ | |
10 | τον εἰς γύναιον ἠπόρηκε Ξενοπείθης· κύρβις γὰρ ἑταιρι‐ κῶν ἐστὶ κακῶν. ἐρῶσα καρτερεῖ, ὑπεραίρεται ποθου‐ μένη, οὐκ ἐνδίδωσι κολακείαις, κέρδους ὑπερορᾷ, οἰκείῳ μόνῳ δουλεύει σκοπῷ, καὶ πάντα δεύτερα ποιεῖται τοῦ δοκοῦντος αὐτῇ. ὁ δὲ γέλως αὐτῆς, εἴ ποτε συμβαίη, ἐπ’ | |
15 | ἄκρων κάθηται τῶν χειλῶν. ἐγὼ δὲ παρῄνεσα τῇ βαρ‐ βάρῳ λέγων· „μὴ σκυθρώπαζε καλή γε οὖσα, μηδὲ τὰς ὀφρῦς ἄναγε· εἰ γὰρ φοβερὰ γένοιο, ἧττον ἔσῃ καλή.“ ἀλλ’ οὐδὲν αὐτῇ τῶν ἐμῶν ἐμέλησε λόγων. ὄνος λύρας. οὐδὲ γρῦ τῆς ἐμῆς συμβουλῆς ἐπαΐειν δοκεῖ. πλὴν οὐκ | 42 |
20 | ἀπογνωστέον ταῦτά ἐστιν τοῖς ἀνδρειοτέροις τῶν ἐρα‐ στῶν· ῥανὶς γὰρ ὕδατος ἐνδελεχῶς ἐπιστάζουσα καὶ πέτ‐ ραν οἶδε κοιλαίνειν. συχνότερον οὖν τὸ δέλεαρ αὐτῇ προσ‐ ακτέον, κἂν αὖθις τὸ ἄγκιστρον καταπίῃ, πάλιν ἀσπα‐ λιεύσω, καὶ τό γε τρίτον αὐτῆς ἀνακρούσω τὴν γένυν· | |
25 | οὐ γάρ με νικήσει ἡ δυσμεταχείριστος οὖσα, οὐδὲ ἀπαγο‐ ρεύσω τὴν ἐμὴν ἀγκιστρείαν, εἰ καὶ δυσθήρατος ἡ γυνή. ἐπεὶ καὶ τοῦτο ἔρωτος ἴδιον, τὸ λιπαρὲς καὶ φιλόπονον· χρόνῳ δὲ καὶ Ἀτρεῖδαι τῆς κλεινῆς ἐκράτησαν Τροίας. συνεπιλαβοῦ τοίνυν, ὦ φίλε· καὶ σὺ γὰρ ὁμοίως ἐκοινώ‐ | |
30 | νεις μοι τοῦ πόθου, καὶ τρικυμίας τὸν τρόπον τῆς ἀστάτου σαλεύεις. κοινὴ γὰρ ναῦς, κοινὸς κίνδυνος, ὁ παροιμιώδης | |
διετάξατο λόγος. | 43 | |
1.18(t1) | ΕΤΑΙΡΑ ΜΟΝΟΙΣ ΚΑΛΟΙΣ ΤΕ ΚΑΙ ΝΕΑΝΙΑΙΣ | |
t2 | 〈ΕΥΠΕΙΘΗΣ〉 | |
t3 | ιηʹ | |
t4 | Καλλικοίτη Μειρακιοφίλῃ. | |
1 | Ὑπερευδαιμονεῖς ἔρωτα φιλόκαλον εὐτυχοῦσα καὶ μη‐ δενὶ παρὰ τὸ ἥδιστον δουλεύοντα πλούτῳ. ἀεὶ γοῦν τοῖς ἐν ἡλικίᾳ προστρέχεις, οἷα ποθεινοῖς ἐρασταῖς συνήδεσθαι βουλομένη, καὶ τοῖς ἀκμάζουσι χαίρεις, καὶ μειρακίοις | |
5 | ὡραϊζομένοις εὐφραίνῃ συνοῦσα, καὶ λίαν ἐρωτικῶς διά‐ κεισαι τῶν καλῶν, καὶ διατελεῖς ἀμελὴς ἀκόμψων, ἐπι‐ μελὴς εὐπρεπῶν. ὥσπερ οὖν αἱ Λάκαιναι σκύλακες εὖ μεταθεῖς τε καὶ ἰχνεύεις ὅπῃ δ’ ἂν αἴσθῃ τινὸς τῆς σῆς ἀμέλει θήρας ἀξίου· τοὺς δὲ πρεσβύτας παντελῶς ἀτερ‐ | |
10 | πεῖς καὶ πόρρωθεν ἀποφεύγεις, κἄν τις γέρων προτείνοι Ταντάλου θησαυρούς, οὐχ ἱκανὸν ταῦτα παραμύθιον κρίνεις πρὸς ἀναφρόδιτον πολιὰν μὴ οὐχὶ ἐπ’ ἔσχατον ἐλθεῖν σε τῆς ἀηδίας ὁρῶσαν μὲν ὄψιν πρεσβυτέραν καὶ | |
οὐκ ἐν ὥρᾳ, ἑπομένων δὲ τῶν ἄλλων ταύτῃ, ἃ καὶ λόγοις | 44 | |
15 | ἀκούειν οὐκ ἐπιτερπές, μὴ ὅτι δὴ ἔργοις ἀνάγκης ἀεὶ προσκειμένης μεταχειρίζεσθαι. ἐντεῦθεν ἐπὶ πάσης προ‐ φάσεως τοὺς ἐν ἡλικίᾳ ποθεῖς· ἥλικα γὰρ δὴ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα· ἡ γὰρ, οἶμαι, χρόνου ἰσότης ἐπὶ ἴσας ἡδονὰς ἄγουσα δι’ ὁμοιότητα φιλίαν παρέχεται. | |
20 | καὶ ὃ μέν τις τῶν νέων, ὅτι σιμός, ἐπίχαρις παρὰ σοὶ κληθεὶς ἐπαινεῖται, τοῦ δὲ τὸ γρυπὸν βασιλικὸν ἔφης, τὸν δὲ διὰ μέσου τούτων ἐρεῖς ἐμμετρότατα ἔχειν, μέλανας δὲ ἀνδρικοὺς ὀνομάζεις, λευκοὺς δὲ θεῶν παῖδας προσείρη‐ κας. μελιχλώρους δὲ οἴει τοὔνομα τίνος ἄλλου ποίημα εἶναι | |
25 | ἢ τοῦ ἐνόντος σοι πόθου, ὑποκοριζομένου τε καὶ φέροντος εὐχερῶς τὴν ὠχρότητα, εἰ μόνον ἐπὶ ὥρᾳ προσῇ; καὶ ἑνὶ λόγῳ πάσας προφάσεις προφασίζῃ, καὶ πάσας φωνὰς ἀναφθέγγῃ, ὥστε διὰ φιλεραστίας μηδέν’ ἀποβαλεῖν τῶν ἀνθούντων ἐν ὥρᾳ, ὥσπερ τοὺς φιλοίνους ὁρῶμεν πάντα | |
30 | οἶνον ἐπὶ πάσης προφάσεως ἀσπαζομένους. τὸ δὲ τῆς οἰνοποσίας, ὦ φίλε Διόνυσε, κἂν ἐφ’ ἡμῖν αὐταῖς θεωρή‐ | |
σαιμεν, ἀλλοτρίου παραδείγματος μηδὲν δεηθεῖσαι. | 45 | |
1.19(t1) | ΜΟΥΣΟΥΡΓΟΝ ΕΤΑΙΡΑΝ ΤΙΣ ΑΠΕΣΤΗΣΕΝ | |
t2 | ΕΡΑΣΤΗΣ ΠΑΙΔΟΣ ΑΥΤΩΙ ΠΑΡ’ ΕΚΕΙΝΗΣ ΟΜΟΙ‐ | |
t3 | ΟΤΑΤΟΥ ΤΕΧΘΕΝΤΟΣ | |
t4 | ιθʹ | |
t5 | Εὐφρόνιον Θελξινόῃ. | |
1 | Μελισσάριον τὴν Ἀγλαΐδος, νὴ τὴν Ἥραν, εὐμενέσιν ὀφθαλμοῖς εἴπερ ποτὲ καὶ νῦν εἶδεν ἡ Τύχη, καὶ τῆς σκηνῆς ἀπαλλαγεῖσα παγκάλως ἐπὶ τὸ σεμνὸν μετήλλαχε προση‐ γορίαν ἅμα καὶ σχῆμα. ἐγὼ δὲ (ἀλλὰ φθόνος ἐκποδὼν | |
5 | εἴη τῆς ἐλευθερίας), ἐγὼ δ’ οὖν τὸν πάντα δουλεύσω χρόνον ἀτόποις τε θεάτροις καὶ ἀγνώμοσιν ἐρασταῖς. αὕτη μου‐ σουργὸς ἦν ὑπὸ μητρὶ πενιχρᾷ τὰ πρῶτα πονήρως τρεφομένη, προϊοῦσα δὲ πασῶν γέγονεν εὐμουσοτέρα τῶν ὁμοτέχνων, καὶ θαρσαλέως ἐχρῆτο τῇ τέχνῃ, ἅτε | |
10 | λοιπὸν θεάτρου μεστὴ γεγονυῖα. πρότερον μὲν γὰρ ὡς εἰκὸς ἐγελᾶτο, εἶτα λαμπρῶς ἐθαυμάζετο, τὰ δ’ οὖν τελευ‐ ταῖα καὶ δεινῶς ἐφθονεῖτο· οὐπώποτε γὰρ κατὰ μνήμην ἐμὴν ἐκβέβηκε τῆς σκηνῆς. κἀκ τῆς τέχνης, οἷα φιλεῖ, κοσμηθεῖσα τὴν ὄψιν ἐδόκει βελτίων, καὶ τοὺς ἐραστὰς | |
15 | εἶχε θερμοτέρους, εἶτα καὶ πλείους φιλοτιμότερον τε χαρι‐ ζομένους διὰ κλέος τῆς ἐπιστήμης. πολύτιμον τὸ Μελισσά‐ | |
ριον παρ’ ἄνδρας πλουσιωτάτους ἐφοίτα. ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρί, ὅπως μὴ διὰ παιδογονίαν ἀτιμοτέρα γένοιτο τοῖς συνοῦσι, τῆς ἀκμῆς τὸ ἄνθος ἄωρον ἀπο‐ | 46 | |
20 | βαλοῦσα τοῖς πόνοις. ἀκηκόει δὲ ἡ μουσουργὸς ὁποῖα γυναῖκες λέγουσι πρὸς ἀλλήλας, ὡς ἐπειδὰν ἐν γαστρὶ γυνὴ λήψεσθαι μέλλοι, οὐκ ἐξέρχεταί οἱ παντάπασιν ἡ γονή, ἀλλ’ ἔνδον ἐμμένει κεκρατημένη τῇ φύσει. ταῦτα τοίνυν ἀκούσασα ξυνῆκεν ἐμφρόνως καὶ διεφύλαττεν ἀεὶ | |
25 | τὸ ῥηθέν· καὶ ὡς ᾔσθετο τὸ συμβὰν οὕτως, οὐκ ἐξιοῦσάν οἱ τὴν γονήν, ἔφρασε τῇ μητρί, καὶ ὁ λόγος ἅτε πρὸς ἐμπειροτέραν ἦλθεν ὡς ἐμέ. κἀγὼ μαθοῦσα καὶ ταύτῃ διαπράξασθαι ἅπερ ᾔδειν ἐγκελευσαμένη, τῆς προσδοκω‐ μένης ἐλπίδος ἀπήλλαξα τάχιον. ὡς δὲ Χαρικλέους ἠράσθη | |
30 | νέου τινὸς ἐπισήμου καὶ κάλλει καὶ πλούτῳ καὶ ἀντερῶν‐ τος οὐχ ἧττον ἐκείνης, παιδοποιεῖν ἐξ ἐκείνου προσηύχετο πᾶσι τοῖς γενεθλίοις θεοῖς. καὶ δὴ συνείληφεν ἀσφαλῶς, εἶτα τῆς Εἰλειθυίας ἐγκαίρως ἐφισταμένης τίκτει παιδίον ἀστεῖον, νὴ τὰς Χάριτας, καὶ τῷ φύσαντι γνησίως ἐξει‐ | |
35 | κονισμένον τῇ φύσει. ἡ μὲν οὖν μήτηρ ἕρμαιον αὑτῇ καὶ εὐτύχημα λογίζεται τοῦτο, καὶ τὸν υἱὸν ἐπωνόμακεν Εὐτυχίδην· ὑπερηγάπα δὲ τὸ βρέφος, στέργουσα διαφό‐ ρως ὡς υἱόν, ὡς εὐπρεπές, ὡς ποθούμενον παιδίον καὶ λίαν ἐμφερὲς ὡραιοτάτῳ πατρί. εὑρήσεις γάρ τινα ῥοπὴν | |
40 | εὐνοίας παρὰ τοῖς γεγεννηκόσιν εὐτυχοῦντας τοὺς εὐει‐ δεστέρους τῶν παίδων, καὶ δυοῖν ὄντοιν ἢ καὶ πλειόνων ἡδίων τοῖς γονεῦσιν ὁ καλλίων. ὁ δὲ Χαρικλῆς οὕτως | |
εὐθὺς διετέθη πρὸς τὸ τεχθὲν φιλοστόργως, ὥστε ἀδικώ‐ τατον κρίνειν ἑταίραν ἔτι καλεῖσθαι τὴν ἐρώτιον τοιοῦτον | 47 | |
45 | τεκοῦσαν. τοιγαροῦν αὐτίκα τῆς αἰσχρᾶς αὐτὴν ἀπέστη‐ σεν ἐργασίας καὶ ἐπ’ ἀρότῳ παίδων γνησίων τὴν ἐρω‐ μένην ἠγάγετο γαμετήν. καὶ πολλαπλασιάζει τὸν πόθον *** τῆς σχέσεως τοῦ παιδαρίου. ὅθεν εἰκότως ἐκ περι‐ χαρείας τῇ μητρὶ τὸ βλέμμα φαιδρόν, καὶ οὐδὲ τεκούσῃ | |
1.19(50) | 〈τὸ κάλλοσ〉 ἀπήνθησεν. ἀρτίως οὖν περιβαλομένη σεμνὴν ἐφεστρίδα γέγονα παρὰ τῇ Πυθιάδι (τοῦτο γὰρ μετα‐ κέκληκεν ἑαυτήν) καὶ πάντων ἀγαθῶν συνηδόμην αὐτῇ. τὸ δὲ παιδίον κλαυθμυριζόμενον ἰδοῦσα πεφίληκα, θερ‐ μῶς μὲν ὡς καλόν, ἁπαλῶς δὲ ὡς τρυφερώτερον καὶ τῶν | |
55 | ῥόδων, οἷσπερ ἔοικε τὴν χροιάν. ἐκπλήττομαι, νὴ τὼ θεώ, πῶς ἀθρόως ἅπαντα μεταβέβληκεν ἡ γυνή. καὶ πάρεστι θαυμάζειν ἐκείνης βλέμμα προσηνές, μέτριον ἦθος, μειδίασμα σεμνόν, κόμην ἀφελῶς πεπλοκισμένην, καλύπ‐ τραν ἐπ’ αὐτῆς εὖ μάλα σεμνήν, βραχυλογίαν ἐν ἠρεμαίᾳ | |
60 | φωνῇ. εἶδον καὶ ἀμφιδέας καὶ περισκελίδας, οὐ τὰς περι‐ έργους ἐκείνας, ὦ φίλη, ἀλλ’ ἔργον ὄντως ἐλευθέρᾳ πρεπῶ‐ δες. τοιοῦτον ἐν αὐτῇ καὶ περιαυχένιον καὶ τὸν ἄλλον κόσμον ἴδοι τις ἄν. προϊοῦσάν τε φασι νεύειν τε κάτω καὶ | |
τεταγμένα βαδίζειν· σχῆμα δὲ συμπρέπον τῇ σωφροσύνῃ· | 48 | |
65 | καὶ εἴποις ἂν ὡς ἀεὶ τοιαύτη γέγονεν ἐκ παιδός. ἅπαντα γοῦν ἐν ταῖς γυναικωνίτισι καὶ ταῖς ταλασίαις πρὸς ἀλλή‐ λας ὁμιλοῦσι γυναῖκες. ἄπιθι τοίνυν, Θελξινόη, καὶ σὺ παρ’ ἐκείνην ἐκ γειτόνων οἰκοῦσαν, μεταμφιασαμένη μέν‐ τοι κοσμίως ἡμιφάριον ἁλουργές. φυλάττου δέ, γλυκυ‐ | |
70 | τάτη, μὴ μεταξὺ παρελκομένη τῇ συνηθείᾳ Μελισσάριον τὴν νῦν Πυθιάδα προσείπῃς· ὃ μικροῦ πέπονθα, νὴ τὴν Διώνην, εἰ μὴ Γλυκέρα παροῦσα λάθρᾳ με ταχὺ διένυξε τῷ ἀγκῶνι. | |
1.20(t1) | ΦΡΟΥΡΑΡΧΟΣ ΜΟΙΧΕΥΘΕΙΣΗΣ ΑΥΤΟΥ ΤΗΣ | |
t2 | ΓΑΜΕΤΗΣ ΥΠΟ ΤΙΝΟΣ ΕΜΒΕΒΛΗΜΕΝΟΥ | |
t3 | ΜΟΙΧΟΥ | |
t4 | κʹ | |
t5 | Φυλακίδης Φρουρίωνι. | |
1 | Ἥλω τις νεανίας μοιχός, καὶ δεσμώτης ἐφυλάττετο παρ’ ἐμοῦ. ἐγὼ τοῦτον εὐπρεπῆ καὶ νεανίσκον ὁρῶν πρὸς ἔλεον ἐπεκάμφθην, καὶ τῶν δεσμῶν ἀπολύσας ἄδετον ἁπλῶς καὶ σχεδὸν ἄφρουρον κατὰ τὴν εἱρκτὴν διαφῆκα. | |
5 | ὁ δέ μοι δίκαιον μισθὸν τῆς φιλανθρωπίας διδοὺς τὴν | |
σύνοικον ἐμοίχευσε τὴν ἐμήν. τοιοῦτον οὐδὲ τὸν κλέπτην Εὐρύβατον τετολμηκέναι φασίν. ἐκεῖνον μὲν γὰρ ἁλόντα φυλάττεσθαι, φίλον δὲ γενόμενον τοῖς ἐπὶ τοῦ δεσμωτη‐ ρίου τὸν τρόπον ἐπιδείκνυσθαι τῆς κλοπῆς· ἦσαν ἐγκεν‐ | 49 | |
10 | τρίδες αὐτοῖς καὶ σπογγίαι· ταύτας λαβὼν ἀνερριχᾶτο τὸν τοῖχον, ἀλλ’ οὐ τὴν καλὴν ἀνήρπασε γαμετήν. τοῦτο ἔκπυστον καὶ περιβόητον ὡς παράδοξον καὶ παγγέλοιον γέγονε τὸ κακόν, καί με, νὴ τὴν Δίκην, ὑπὲρ τὴν μοιχείαν ὁ γέλως λυπεῖ, ὅτι δεσμοφύλαξ ἅμα καὶ φρούραρχος ὢν | |
15 | τὴν ἐμὴν ἔνδον οὖσαν οὐκ ἐφύλαξα γαμετήν. | |
1.21(t1) | ΠΕΡΙ ΓΥΝΑΙΚΟΣ ΠΑΝΤΑ ΠΛΗΝ ΜΙΞΕΩΣ ΕΠΙ‐ | |
t2 | ΤΡΕΠΟΥΣΗΣ ΤΩΙ ΕΡΑΣΤΗΙ | |
t3 | καʹ | |
t4 | Ἀριστομένης Μυρωνίδῃ. | |
1 | Καινόν γε τὸ κακόν, ὦ Μυρωνίδη· τοιοῦτον ἔρωτος οὐδ’ ἀκήκοα τρόπον. τῆς Τελεσίππης ὁ Φαλερεὺς Ἀρχι‐ τέλης ἐρᾷ, ἡ δὲ πεισθεῖσα μόλις ὁμιλῆσαι τῷ μειρακίῳ παράδοξον αὐτῷ προδιώρισε μέτρον· „ἅπτου“, φησί, | |
5 | „τῶν μαστῶν, ἡδίστων ἀπόλαυε φιλημάτων, καὶ προσ‐ | |
αγκαλίζου περιβεβληκυῖάν με τὴν ἐσθῆτα, γάμον δὲ μήτε πολυπραγμόνει μήτε προσδόκα, ἐπεὶ σαυτὸν ἀνιάσεις καὶ τῶν ἐπιτετραμμένων ἐκπίπτων.“ „ἔστω, δεδόχθω“, ἐξ ἀπορίας ἔφησεν Ἀρχιτέλης· „εἰ γὰρ οὕτω σοι φίλον, | 50 | |
10 | ὦ Τελεσίππη, οὐδ’ ἐμοὶ ἐχθρόν. ἀλλὰ καὶ χάριν“, εἶπεν, „εἴσομαι τῇ Τύχῃ καὶ ψιλοῦ ῥήματος ἀπολαύων ἢ καὶ μόνης ἀξιούμενος θέας. ἐβουλόμην δέ, εἴ γε σοί, φιλτάτη, δοκεῖ, γνῶναι τί δή ποτέ μοι παντελῶς ἀπέγνως τὴν μῖξιν;“ „ὅτι“, ἔφη, „ἐλπιζόμενός ἐστιν ὁ γάμος ἡδύς, | |
15 | εὔχαρις καὶ λίαν εὐκταῖος· γεγονὼς περιεφρονήθη, καὶ τὸ πάλαι σπουδαζόμενον ἐξαίφνης ἀπέρριπται καὶ περι‐ πτυόμενον ἀμελεῖται. αἱ γὰρ ἐπιθυμίαι τῶν νέων ταχεῖαι καὶ αὐταὶ πολλάκις ἑαυταῖς ἐναντίαι.“ τοιαύτης ὁ δύσε‐ ρως ἀνέχεται γυναικός, τοσοῦτον δεδυστύχηκεν Ἀρχι‐ | |
20 | τέλης. καὶ σύνεστι ποθουμένῃ καθάπερ εὐνοῦχος τὰ ἐρω‐ τικὰ περιεργαζόμενος καὶ λιχνεύων, μᾶλλον δὲ τῶν ἐρών‐ των εὐνούχων ὁ μέλεος ἀργότερα δυστυχεῖ. | |
1.22(t1) | ΔΟΛΟΣ ΠΡΟΑΓΩΓΟΥ | |
t2 | κβʹ | |
t3 | Λουκιανὸς Ἀλκίφρονι. | |
1 | Γλυκέρα Χαρίσιον ἐπόθει, καὶ νῦν δὲ ποθεῖ· μὴ φέρουσα δὲ τὴν ἀγερωχίαν τοῦ μειρακίου (οἶσθα γὰρ τὸν νέον | |
καὶ τὸν τρόπον αὐτοῦ) ἤθελε πρὸς μῖσος αὐτῇ μεταβλη‐ θῆναι τὸ φίλτρον. αἴτιον δὲ ἦν τοῦ βούλεσθαι μισεῖν τὸ | 51 | |
5 | λίαν φιλεῖν. αὕτη οὖν συμβουλεύεται τῇ Δωρίδι· ἅβρα δὲ καὶ μαστροπὸς τῆς Γλυκέρας ἡ Δωρίς. ὅτε τοίνυν ἱκανῶς αὐταῖς εἶχε τὸ σκέμμα, ἡ προαγωγὸς ὡς ἐφ’ ἕτερόν τι προῆλθεν. ταύτην ὁ Χαρίσιος ἰδών „χαίροισ“, εἶπε, „φιλ‐ τάτη“. ἡ δέ· „καὶ πόθεν ἂν ἐμοί“, φησί, „γένοιτο χαίρειν;“ | |
10 | ὁ δ’ οὖν νεανίας ἐπύθετο· „τί δ’ ἔστι, πρὸς θεῶν; νεώτε‐ ρόν τι συμβέβηκεν;“ ἡ δὲ μαστροπὸς ἀπεκρίθη δεδακρυ‐ μένη δῆθεν πικρῶς· „ἡ Γλυκέρα τοῦ βδελυροῦ Πολέμωνος ἐκτόπως ἐρᾷ, σὲ δέ, εἰ καὶ παράδοξον ἐρῶ, μισεῖ μῖσος ἐξαίσιον.“ „ἆρα λέγεις ἀληθῆ;“ καταπλαγεὶς ἤρετο πάλιν | |
15 | ὁ νέος πολλὰ χρώματα ἀφιείς. „καὶ μάλα“, φησίν, „ἀλη‐ θινά“, ἡ Δωρίς. „ἐμὲ γοῦν ἔπληξεν ἀφειδῶς, ἵνα σου μόνην ἐπὶ στόματος ἠρεμὶ τὴν προσηγορίαν ἐνέγκω.“ ἐνταῦθα Χαρίσιος ἐλέγχεται μᾶλλον ἐρῶν ἢ ποθούμενος· πολλοὶ γὰρ ὧν κατεφρόνουν ἐπ’ ἐξουσίας ὑπὸ τοῦ ζηλο‐ | |
20 | τυπεῖν ἠράσθησαν ἐκφανῶς. τὴν οὖν πολλὴν ἀλαζονείαν ἀφεὶς φθέγγεται ταπεινόν τε καὶ σκυθρωπὸν καὶ τεθνη‐ κὼς ἀθυμίᾳ· εἴωθε γὰρ ἡ βαρύτης, ἐὰν ἀμελεῖσθαι δοκῇ, | |
καταβάλλεσθαι. ἐδάκρυέ τε ἀστακτὶ μεταστραφεὶς ἐπὶ θάτερα καὶ τῇδε κἀκεῖσε τὸ πρόσωπον ἐξωθῶν 〈ὡσ〉 ἀπο‐ | 52 | |
25 | πέμπεσθαι τὰ δάκρυα τῶν παρειῶν. „τί δὴ οὖν ἄκων“, φησίν, „λελύπηκα τὸ Γλυκέριον; ἑκὼν γὰρ οὐκ ἄν ποτε κατ’ ἐκείνης ἐπλημμέλουν ἐγώ. ταῦτα, νὴ τοὺς Ἔρωτας, ἐβουλόμην σοῦ γε παρούσης πυθέσθαι τῆς Γλυκέρας, καὶ γνῶναι εἴ τι τυχὸν δίκαιον ἐγκαλεῖ, καὶ τὸ λυποῦν εἴπερ | |
30 | τι ἔστι θεραπεῦσαι. πλὴν ἥμαρτον, ὁμολογῶ· οὐδὲν ἀντι‐ τείνω· ἆρ’ οὖν οὐκ ἂν δέξαιτό με καὶ παραιτούμενον συγ‐ γνώμην ἔχειν“ ἐπένευσε μόλις καὶ ἀμφισβητήσιμον ἡ Δωρίς, ἐφ’ ἑκάτερα παρακινοῦσα τὸ βλέμμα. ὃ δὲ δυσανα‐ σχετῶν ἐπανήρετο· „οὐδ’ ἂν ἱκετεύων προσπέσω;“ | |
35 | „εἰκός γε, ὦ φίλτατε· οὐδέν, οἶμαι, κωλύει συκάζειν τῆς ἐρωμένης τὸν τρόπον, ὅπως ἔχει συμβάσεως περὶ σέ.“ τότε δὴ χαίρων δεδράμηκεν ὁ Χαρίσιος οἴκαδε τῆς ἑταί‐ ρας, ὁ καλός, ὁ τριπόθητος, ἐφ’ ἱκετείας τραπόμενος καὶ περιτυχὼν αὐτίκα προσπίπτει. ἡ Γλυκέρα μὲν τέως τὸν | |
40 | τράχηλον ἐθαύμαζε τοῦ ποθουμένου, εἶτα τὸ πρόσωπον ἡδέως ἀνερείδουσα τῇ χειρί, ἀνέστησέ τε καὶ λάθρᾳ τὴν ἑαυτῆς πεφίληκε δεξιάν, ᾗ προσήψατο τοῦ μειρακίου, καὶ πρὸς τὸν νέον ξυνέβη ταχύ· οὐ γὰρ ἐπέτρεπεν ὁ μανι‐ κῶς ἐγκείμενος ἔρως δόξαι γοῦν σμικρὸν ἀπωθεῖσθαι τὸν | |
45 | φίλον. ἡ δὲ μαστροπὸς λαθραίως μειδιῶσα διένευσε τῇ Γλυκέρᾳ, ἐδήλου δέ πως τὸ νεῦμα· „ἐγώ σοι μόνη τὸν ὑπερήφανον ὑπέταξα τοῖς ποσίν.“ | 53 |
1.23(t1) | ΕΡΩΤΙΚΟΣ ΚΥΒΕΥΤΗΣ ΠΕΡΙ ΑΜΦΟΤΕΡΑ | |
t2 | ΔΥΣΤΥΧΗΣ | |
t3 | κγʹ | |
t4 | Μονόχωρος Φιλοκύβῳ. | |
1 | Δύο δεινοῖς ἅμα περιπέπτωκα, φίλε, καὶ πρὸς ἓν τού‐ των μόλις ὁποτερονοῦν διαρκῶν ἐξ ἐπιμέτρου θάτερον ἔχω, καὶ διπλάσια δυστυχῶ. καὶ τὸ μὲν κακόν, τὸ δὲ οὐκ ἄμεινον· ἐμὲ γὰρ κατανάλωσαν ἄπληστος ἑταίρα καὶ | |
5 | πεσσοὶ πίπτοντες ἀτυχῶς μὲν ἐμοί, εὐβολώτερον δὲ τοῖς ἐναντίοις. ἀλλὰ καὶ τοῖς ἀντερῶσιν ἀστραγαλίζων ἢ κυβεύων συγχέομαι τὸν νοῦν τοῦ ἔρωτος μεμηνότος, κἀντεῦθεν περὶ τὰς ποικίλας μεταστάσεις τῶν ψήφων πολλὰ παραλογιζόμενος ἐμαυτὸν καὶ τῶν καταδεεστέ‐ | |
10 | ρων ἡττῶμαι τὴν παιδιάν. πολλάκις γὰρ μετέωρος ἐκ τοῦ πόθου ταῖς ἡμετέραις βολαῖς ἀντὶ τῶν ἐμῶν τὰς ἐκεί‐ νων διατίθημι ψήφους. εἶτα πρὸς τὴν ἐρωμένην ἀπιὼν ἐκεῖ δευτέραν ἧτταν ὑπομένω καὶ χείρονα τῆς προτέρας· οἱ γὰρ εὐτυχεῖς ἀντερασταί, ἅτε δή με τὰ τοσαῦτα νενι‐ | |
15 | κηκότες, φιλοτιμότερον δωροῦνται τῇ ποθουμένῃ, καὶ προ‐ κρίνονταί μοι τοῖς δώροις, κᾆτα τῶν ἐμῶν ἐμὲ πολεμοῦν‐ τες μεταπεττεύουσί μοι τῆς φιλίας 〈τὸν〉 κύβον. οὕτω τοίνυν ἑκάτερον τῶν κακῶν διὰ θάτερον γέγονε δυστυ‐ | |
χέστερον. | 54 | |
1.24(t1) | Η ΤΩΝ ΕΡΑΣΤΩΝ ΕΝΑ ΠΡΟΚΡΙΝΟΥΣΑ ΜΟΝΟΝ | |
t2 | κδʹ | |
t3 | Μουσάριον Λυσίᾳ τῷ φιλτάτῳ. | |
1 | Ἄρτι παρ’ ἐμοὶ συναθροισθέντες ἑσπέρας οἱ κορυφαῖοι τῶν ἐμῶν ἐραστῶν τὸ μὲν πρῶτον ἐσίγων, καὶ ἄλλος ἄλλον τῶν πλησίον προώθει, κελεύων διεξελθεῖν πρὸς ἐμὲ τὰ μελετηθέντα πᾶσι κοινῇ· ὁ δ’ οὖν θρασύτερος προσχήματι | |
5 | μὲν συμβουλῆς, σὲ δὲ ταῖς ἀληθείαις ζηλοτυπῶν διεμέμφετό με τοιάδε· „πασῶν τῶν ἐπὶ σκηνῆς ὑπερφέρουσα τῷ κάλλει ἑκάστης αὐτῶν ἀπολείπῃ τῷ κέρδει· παρὸν γάρ σοι χρηματίζεσθαι παρ’ ἡμῶν, ὧν ὑπερορᾷς, προῖκα δὲ μόνῳ τῷ Λυσίᾳ τὴν σὴν ἐκδέδωκας ὥραν, καὶ οὐδὲ καλῷ | |
10 | μειρακίῳ· οὕτω γὰρ ἂν ἦν φορητὸν ἑνὸς ἄγαν εὐπρεποῦς ἡττᾶσθαι τοσούτους, σοὶ δ’ ἂν τυχὸν συνέγνω τις ἐρωτικὸν κάλλος ἄμαχον προκρινούσῃ χρημάτων. πυκνὰ γοῦν ὅμως τοῦτον παρ’ ἡμῖν ἐπαινοῦσα ἐκκεκώφηκας ἡμῶν τὰ ὦτα καὶ ἐμπέπληκας τοῦ Λυσίου, ὥστε καὶ ἀνεγρομένους ἐξ | |
15 | ὕπνου οἴσεσθαι τοῦ νέου τὴν προσηγορίαν ἀκούειν. οὐ | |
πόθος τοίνυν ἐστίν, οὔ, παραπληξία δὲ μᾶλλον νομίζεταί μοι δεινή. πλὴν τουτί σε μόνον αἰτοῦμεν, λέγε σαφέστερον, εἰ τοῦτον ἔχειν ἀντὶ πάντων ἐθέλεις· οὐ γὰρ ἀντιστατοῦμεν τῷ ποθουμένῳ“. τοιαῦτα μὲν οὖν ᾖδον ἐκεῖνοι σχεδὸν εἰς | 55 | |
20 | ἀλεκτρυόνων ᾠδάς, ἅπερ εἰ βουληθείην ἑξῆς ἀπαγγεῖλαι, καταδύσειν μοι δοκῶ τὸν ἥλιον ἐπὶ τῷ μήκει τοῦ λόγου· τὰ δὲ πολλὰ τῶν λεχθέντων τῷ μὲν δεξιῷ τοῖν ὤτοιν ἠκροασά‐ μην, θατέρου δὲ παραχρῆμα ἐξερρύη. τοσοῦτον δὲ ἀπεκρί‐ θην· „αὐτὸς ὑμῶν προτέταχε τὸν Λυσίαν ὁ Ἔρως, ὃς οὐ | |
25 | νύκτωρ, οὐ μεθ’ ἡμέραν διαλείπει τὴν ἐμὴν καταφλέγων καρδίαν.“ μάνθανε καὶ τοῦτο, γλυκύτατε· ἐπεὶ σὺν ἐπιτι‐ μήσει βοῶντες ἐπύθοντό μου· „καὶ τίς ἀναφρόδιτον βδελυρὸν ἄκομψον τοιόνδε ποθεῖ;“ εἶπον ἠθικῶς ἄγαν μετὰ τῶν χειρῶν ὑποκινοῦσα σὺν τοῖς ὤμοις τὸ βλέμμα· „τίς; ἐγώ. | |
30 | ἔρρωσθε τοίνυν“, ἔφην ἀναστᾶσα „καὶ σύγγνωτέ μοι ποθούσῃ. ἐμὲ γὰρ οὐδὲν θάλπει κέρδος, ἀλλ’ ὃ θέλω· θέλω δὲ Λυσίαν.“ σὺ δ’ οὖν, ὦ ἐμὸν δεσποτίδιον, εὐθὺς εὐθύς· τὸ ταχὺ γὰρ ἐπαφρόδιτον. μηδὲν μελλήσας ἧκέ μοι φίλημά τι μόνον ἀποκομίζων, κἀγὼ τῶν ὤτων λαβομένη τρίς σε | |
35 | φιλήσω, καὶ τοιοῦτον καλόν *** ναί, πρὸς τῆς Ἀφροδίτης, | |
ᾗ νῦν τεθύκαμεν. γνώσομαι δ’ 〈εὐκαίρως θύσασα〉 τὴν θυσίαν, ἐάν σε πρὸς ἡμᾶς ἡ θεὸς ἐπικλίνῃ. προσείρησό μοι, ψυχὴ Λυσία, θᾶττον ἤδη, ἐπεὶ καὶ τὸν χρόνον τοῦτον, ὃν ἐπιστέλλω σοι, χρονίζεις. πρὸς σὲ πάντες ἐκεῖνοι σάτυροι, | 56 | |
40 | οὐκ ἄνθρωποι, καὶ παρ’ οὐδὲν τίθεμαι τούτους. | |
1.25(t1) | ΕΤΑΙΡΑ ΜΕΜΦΕΤΑΙ ΤΗΙ ΑΔΕΛΦΗΙ ΥΠΕΛΘΟΥΣΗΙ | |
t2 | ΑΥΤΗΣ ΤΟΝ ΦΙΛΟΝ | |
t3 | κεʹ | |
t4 | Φιλαινὶς Πετάλῃ. | |
1 | Χθὲς ἐπὶ πότον ὑπὸ Παμφίλου κληθεῖσα Θελξινόην μετεπεμπόμην τὴν ἀδελφήν· ἐλάνθανον δὲ οὐ τὸ τυχὸν ἐμαυτῇ προξενοῦσα, ὡς ἔργῳ γέγονε δῆλον. πρῶτον μὲν ἦλθε περιεργότερον κοσμηθεῖσα καὶ στίλψασα τὰς παρειὰς | |
5 | ἐντρίμματι, καὶ πρὸς ἔσοπτρον ὡς εἰκὸς διαπλεξαμένη καὶ εὐθετίσασα τὰς κόμας ἀφῆκε τοῦ αὐχένος ὅρμους πολυτελεῖς, ἀγλαΐσματα δέρης, ἄλλην τε πολλὴν περιέκειτο φλυαρίαν ὑπομάζιόν τε καὶ ἀμφωλένια, καὶ οὐδὲ τῶν περικρανίων ἠμέλησε κόσμων. τὸ δὲ ταραντινίδιον, ἐξ οὗ διαφανῶς ἡ | |
10 | ὥρα διέλαμπεν. θαμὰ δὲ καὶ τὴν πτέρναν αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρεφομένη διεσκοπεῖτο, πολλάκις δ’ ἅμα τε ἑαυτὴν ἐθεώρει καὶ εἴ τις αὐτὴν ἄλλος θεᾶται. ἔπειτα παρακαθέζεται μέση ἐμοῦ τε καὶ Παμφίλου, ἵνα χωρὶς ἡμᾶς διαλάβῃ, καὶ προσπαίζουσα τῷ μειρακίῳ εἰς ἑαυτὴν | 57 |
15 | ἐκείνου μετάγει τὸ βλέμμα, καὶ τῶν ἐκπωμάτων πρὸς αὐτὸν ἀντίδοσιν ἐποιεῖτο. ὃ δὲ ῥᾳδίως ἠνείχετο, ἅτε νέος ἐρωτικός, καὶ οἴνου πολλοῦ διαθερμαίνοντος αὐτοῦ τὴν ψυχήν, καὶ τοῦτον δὴ τὸν τρόπον ὥσπερ ἐκ στομάτων ὑπεφίλουν ἀλλήλους καταπίνοντες τὰ φιλήματα, καὶ τὸν οἶνον τοῖς | |
20 | χείλεσι κεκραμένον μέχρι καὶ αὐτῆς παρέπεμπον τῆς καρδίας. Πάμφιλος δὲ μήλου μικρὸν ἀποδακὼν εὐστόχως ἠκόντισεν εἰς τὸν κόλπον ἐκείνης, ἣ δὲ φιλήσασα μεταξὺ τῶν μαστῶν ὑπὸ τῷ περιδέσμῳ, ὃν περιεστερνίσατο, παρέβυσε. τούτοις οὖν ἐδακνόμην. τί δὲ οὐκ ἤμελλον, ζήλην ἐμοὶ καθορῶσα | |
25 | τὴν ἐμὴν ἀδελφήν, ἣν ταῖς ἐμαῖς ἀνέτρεφον ἀγκάλαις; τοιαῦτά μοι παρ’ αὐτῆς τὰ τροφεῖα· οὕτω με νῦν ἀντιπελαρ‐ γοῦσα δικαίαν ἀποδίδωσι χάριν. καίτοι πολλάκις ὧδε παρ’ ἕκαστον αὐτὴν ἐμεμφόμην „κατ’ ἀδελφῆς ταῦτα, Θελξινόη; μή, Θελξινόη.“ ἀλλὰ τί μακρηγορῶ; ἀπῆλθεν ἡ βάσκανος | |
30 | οὕτως ἀνέδην σφετερισαμένη τὸν νέον. ἀδικεῖ με τοίνυν Θελξινόη. μαρτύρομαι τὴν Ἀφροδίτην καὶ σέ, ὦ Πετάλη, κοινὴν ὑπάρχουσαν φίλην, ὡς αὐτὴ πανταχοῦ τῶν κακῶν | |
προκατάρχει. ἀδικῶμεν οὖν ἀλλήλας. εὑρήσω κἀγὼ τοιοῦ‐ τον πρὸς ἑτέραν ἀλώπεκα (καὶ τοῦτο δεδόχθω) 〈ἀλωπε‐ | 58 | |
35 | κίζουσα〉 ἢ σίδηρος ἐλαυνέσθω σιδήρῳ· οὐ γὰρ ἀπορήσω τρεῖς ἀνθ’ ἑνὸς 〈τὴν〉 ἄπληστον ἀφελέσθαι. | |
1.26(t1) | ΠΡΟΣ ΟΡΧΗΣΤΡΙΔΑ | |
t2 | κϛʹ | |
t3 | Σπεύσιππος Παναρέτῃ. | |
1 | Πάλαι μέν μοι προδιέγραψε τὴν 〈σὴν〉 χάριν ἡ φήμη, πάντων ἀνὰ στόμα ταύτην φερόντων, νῦν δὲ παρέστηκε πρῶτον. ᾗ καὶ πλέον ἄγαμαί σε τοῦ κάλλους, ὅσῳ γε μᾶλλον ἢ κατὰ φήμην ὁρῶ. τίς οὐ τεθαύμακεν ὀρχουμένην; | |
5 | τίς ἰδὼν οὐκ ἠράσθη; Πολύμνιαν, Ἀφροδίτην ἔχουσιν οἱ θεοί· ἐκείνας ἡμῖν, ὡς ἐφικτόν, ὑποκρίνει παρ’ αὐτῶν κοσμουμένη. ὀνομάσω 〈σε〉 ῥήτορα, προσείπω ζωγράφον; καὶ πράγματα γράφεις καὶ λόγους παντοδαποὺς ὑποφαίνεις καὶ φύσεως ἁπάσης ἐναργὴς ὑπάρχεις εἰκών, ἀντὶ χρωμά‐ | |
10 | των καὶ γλώττης χειρὶ πολυσχήμῳ καὶ ποικίλοις ἤθεσι | |
κεχρημένη, καὶ οἷά τις Φάριος Πρωτεὺς ἄλλοτε πρὸς ἄλλα μεταβεβλῆσθαι δοκεῖς πρὸς τὴν εὔμουσον τῶν ὑπορχημά‐ των ᾠδήν. ὁ δὲ δῆμος ἀνέστηκέ τε ὀρθὸς ὑπὸ θαύματος, καὶ φωνὰς ἀμοιβαίας ἀφίησιν ἐμμελῶς, καὶ τὼ χεῖρε κινεῖ καὶ τὴν | 59 | |
15 | ἐσθῆτα σοβεῖ· ἔπειτα συγκαθήμενοι διηγεῖται καθ’ ἕκαστον ἄλλος ἄλλῳ κινήματα πολυτρόπου σιγῆς, καὶ πᾶς θεατὴς ὑφ’ ἡδονῆς χειρονόμος εἶναι πειρᾶται. ἕνα δὲ μόνον προσ‐ φυῶς μιμουμένη τὸν Καράμαλλον τὸν πάνυ, ἁπάντων ἔχεις τὴν μίμησιν ἀκριβῆ. ὅθεν οὐκ ἀνάξιον οὐδὲ τὸν εὖ | |
20 | μάλα σπουδαῖον παραπολαύειν τῆς σῆς θυμηδίας· ἀνάπαυλα γὰρ τῆς σπουδῆς ἐνίοτε γίνεται ἡ παιδία. πολλὰς τοίνυν ἅτε ταχὺς τῆς πολιτείας ἱππεὺς διελήλυθα πόλεις, καὶ πρός γε τῇ νέᾳ τὴν πρεσβυτέραν ἱστόρηκα Ῥώμην, καὶ τοιαύτην ἐν οὐδετέρᾳ τεθέαμαι. εὐδαίμονες οὖν οἱ Παναρέτην εὐτυχοῦν‐ | |
25 | τες οὕτως ὑπερφέρουσαν καὶ τέχνῃ καὶ κάλλει. | |
1.27(t1) | Η ΤΟΝ ΕΡΑΣΤΗΝ ΑΙΝΙΤΤΟΜΕΝΗ ΜΑΤΗΝ ΠΕΡΙ | |
t2 | ΑΥΤΗΝ ΠΟΝΟΥΝΤΑ | |
t3 | κζʹ | |
t4 | Κλέαρχος Ἀμυνάνδρῳ. | |
1 | Νέου τινὸς ἐξεπίτηδες διὰ γυναικὸς παριόντος ἑσπέρας ἔφη τις ἄλλη πρὸς ἐκείνην παρισταμένη πλησίον, ἅμα νύττουσα τῷ ἀγκῶνι· „πρὸς τῆς Ἀφροδίτης, ὦ φίλη, σὲ | |
ποθῶν οὑτοσὶ προσᾴδων παρέρχεται καὶ μορφῆς οὐκ | 60 | |
5 | ἀφυῶς ἔχων. ὡς εὐπάρυφον τὸ θερίστριον καὶ ποικίλον ταῖς ἀπὸ κερκίδος γραφαῖς, ὡς εὔμουσος τὴν φωνήν. ἔοικέ μοι καὶ περὶ καλὴν ἀσχολεῖσθαι τὴν κόμην· ἐπεὶ καὶ τοῦτό γε τοῦ ἔρωτος ἴδιον καὶ μάλα μέντοι καλόν, τὸ σφόδρα πείθειν τοὺς ἐρῶντας ἐπιμελῶς ἄγαν διακοσμεῖσθαι, καὶ εἰ πρότερον | |
10 | ἀτεχνῶς ἑαυτῶν κατημέλουν.“ „νὴ τοὺς Ἔρωτασ“, εἶπεν, „ἀποστρέφομαι δὲ τὸν νέον καίπερ ὄντα καλόν, ὅτι φυσῶν αὐτὸς ἑαυτὸν οἴεται μόνος ἀξιέραστος 〈εἶναι〉 ταῖς γυναιξὶ καὶ πρεπόντως τῷ κάλλει ποθεῖσθαι· καί που καὶ Φίλωνα τυχὸν ἐπωνόμακεν ἑαυτόν, φρονῶν ἐπὶ τῇ ὥρᾳ θαυμάσιον ὅσον, | |
15 | καὶ πολλῷ τῷ ὀφθαλμῷ βλέπει καὶ φρονήματος ἐμπέπληκε τὴν ὀφρῦν. μισῶ γοῦν ἐραστὴν παρευδοκιμεῖν εὐμορφίᾳ τὴν ἐρωμένην ἀξιοῦντα, οἰόμενόν τε κάλλος ὑπὲρ κάλλους χαρίζεσθαι, μέγιστον ἀντὶ βραχέος. ὅρα δὲ πῶς ἠθικῶς τὸν ὑπερήφανον διαπαίζω· καὶ σφόδρα τοῖς αἰνίγμασι τέρπῃ. | |
20 | ποθεῖ μέ τις ἐρωτομανής, καὶ οὐδὲ νεύματος ἀξιοῦται, καὶ πολλὰ τὸν ἐμὸν στενωπὸν διέρχεται μάτην· ᾄδει δὲ ἄλλως καὶ τοῖς ἐμοῖς ὠσὶν ἀπιθάνως καὶ ἀμουσότερα Λειβηθρίων, οὐδὲ ἐρυθριᾷ περιττῶς ἐκπεριτρέχων διαύλους. ἐγώ, νὴ τὼ | |
θεώ, τοὐναντίον ἀντ’ ἐκείνου λοιπὸν ἐγκαλύπτομαι.“ | 61 | |
25 | ἔφασκε δὲ ταῦτα ἄλλα τε πολλὰ θρυπτομένη καὶ δὴ καὶ τὸ σκέλος ὑπογυμνοῦσα, ἵνα δείξῃ τῷ νέῳ κνήμην ἰθυτενῆ καὶ πόδα λεπτόν τε καὶ εὔρυθμον· ἕτερα δὲ τοῦ σώματος ἐγύμνωσε μέρη τὰ δυνατά, ὅπως ἂν πολλαχόθεν τὸ μειρά‐ κιον ἐρεθίσῃ. ὃ δέ φησιν αἰσθόμενος τῶν λεχθέντων (ἐψιθύρισε | |
30 | γὰρ ἐκείνη τοσοῦτον, ὥστε τὸν νέον ἀκοῦσαι)· „οἷα βούλει καὶ ὁσάκις ἂν θέλῃς εἰπέ· οὐ γὰρ ἐμὲ γελᾷς, ἡ καλή, ἀλλὰ τὸν Ἔρωτα παίζεις. ἐλπὶς ἄρα τὸν τοξότην ἐκεῖνον τοιοῦτον ἐπαφεῖναί σοι βέλος, ἵνα τούτων προκαλινδουμένη τῶν ποδῶν ἱκετεύῃς ἐμὲ τὸ σὸν ἀκέσασθαι πάθος.“ ἡ δὲ διαμω‐ | |
35 | κωμένη καὶ ὑποβλέπουσα λοξόν, τοῖς δακτύλοις τῆς δεξιᾶς ἠθικῶς οἷα γυνὴ τὸ μετακάρπιον ἐπικροτοῦσα τῆς εὐωνύμου χειρὸς ὑπεροπτικῶς ἀπεκρίθη· „ἐγώ, τάλαν; μή, ὦ Χάριτες, γένοιτο. κεναῖς ἐλπίσιν ἐπείσθης. οἴει μᾶλλον 〈εἶναι〉 καλός, καὶ τούτου γε χάριν τοιοῦτον ἐπῆλθέ σοι προσδοκᾶν, ἕως | |
40 | ἂν παραγένηται τυχὸν ὁ σὸς ἔκδικος Ἔρως. παράμενε προσᾴδων, ἐπαγρυπνῶν, μηδὲν διανύων, μόνον δὲ κλυδωνι‐ ζόμενος ἐκ τοῦ πόθου, ἔνθα, φασίν, ἄνεμος οὔτε μένειν οὔτε | |
πλεῖν ἐᾷ. οὔτε οὖν ἑκτέον ἐστί σοι τῶν ἡμετέρων τινός, οὐ μαστῶν, οὐ περιβολῆς, οὐ φιλημάτων· οὐδὲ μὴν ἀπαλλακ‐ | 62 | |
45 | τέον, οἶμαι, τοῦ πόθου.“ | |
1.28(t1) | ΝΕΟΣ ΑΔΗΜΟΝΕΙ ΠΡΟΣ ΤΗΝ ΤΗΣ ΕΡΩΜΕΝΗΣ | |
t2 | ΠΑΛΙΜΒΟΛΟΝ ΓΝΩΜΗΝ | |
t3 | κηʹ | |
t4 | Νικόστρατος Τιμοκράτει. | |
1 | Τίς ἄρα περὶ ἐμὲ τῆς Κοχλίδος ὁ τρόπος; τί δὲ μηχανω‐ μένη ἄλλοτε πρὸς ἄλλον ἀθρόως μεταβαίνει σκοπόν; ἐκ‐ λύομαι, νὴ τοὺς θεούς, ὑπὸ τῆς ἀπορίας. ἀπεῖπον τὸν νοῦν ἀνελίττων, ἀπεῖπον τοῖς λογισμοῖς πολλὰ κατ’ ἐμαυτὸν | |
5 | ἀπορῶν. οὐδὲν εὗρον παντελῶς διαγνῶναι, καθάπερ ἐν λευκῷ λίθῳ στάθμην λευκὴν διατείνων. τίς γὰρ ἀστάτῳ δύναιτο ἂν ἐπιστῆσαι σκοπῷ; ὥστε, μὰ τοὺς θεούς, οὐκ ἔχω ὅτι χρήσωμαι ταύτῃ. ἐπώνυμος ἄρα τῆς σκολιότητος ἡ Κοχλίς. αὐτὸς ἐρῶν ἐκείνης ἐξήγησαί μοι τὴν ἀστάθμητον | |
10 | γνώμην· εἰ δὲ καὶ σὺ πρὸς αὐτὴν ἀπορεῖς δυσξύμβολον οὖσαν, μὴ κατόκνει, φίλτατε, πυθέσθαι τῆς σῆς 〈φίλης τῆσ〉 σφοδροτάτης. τοτὲ μὲν ἐρώσης ἅπαντα πράττει, καί μοι τὸν πόθον ὑφάπτει πολύν, καὶ ὅλον με ταῖς ἐλπίσιν ἐπαίρει· τοτὲ δὲ πάλιν, ὡς εὐμεταβολωτέρα κοθόρνου, ἀναίνεται | 63 |
15 | σοβαρῶς ὃν ἀρτίως ἐπόθει, καὶ πᾶσαν αὖθις ἀναλύει μου τὴν ἐλπίδα, καὶ τὴν ἐμὴν οὕτω ψυχὴν ἤθεσιν ἐξ ὑπογυίου παλιμβόλοις ἱστὸν ἀπέδειξε Πηνελόπης. τί πράξω; τίς γένωμαι; φεῦ τῶν ἀφορήτων κακῶν, παπαὶ τῶν ἀμέτρως κατεβλακευμένων ἠθῶν. ὡς ἄγαν ἐπιθρυπτομένη τὴν | |
20 | λαμπρὰν ἑαυτῆς ἠμαύρωσε χάριν. ταύτην κἂν νουθετῇς, κἂν ἱκετεύῃς, παρὰ κωφὸν ᾄδειν δοκεῖς. ὅθεν καὶ ἄκοντά με λοιπὸν τοσοῦτον ἐραστὴν ἀποτρέπει καὶ δυσαπότρεπτον γεγονότα. τοιγαροῦν οὐκέτι πρὸς ταύτην, ὦ Τιμόκρατες, κοινωνῶ σοι τοῦ πόθου, ἐπεὶ τοῦτό γέ ἐστιν ἀνδρὸς τὰ | |
25 | δυνατὰ ἀκριβῶς διαγνῶναι καὶ μηκέτι ματαίαν ἐπάγεσθαι λύπην. φθόνος δὲ μηδεὶς τῆς ἄλλης ἡμῶν ἐπικρατήσῃ φιλίας, ἀλλὰ συνενέγκαι σοι τῆς Κοχλίδος ἐκ μεταβολῆς ἐκείνης ὁ τρόπος, καὶ γένοιο φίλος μακρῷ γε μᾶλλον | |
εὐτυχέστερος ἐμοῦ. | 64 | |
2t | ΑΡΙΣΤΑΙΝΕΤΟΥ ΕΠΙΣΤΟΛΩΝ ΒΙΒΛΙΟΝ Βʹ | |
2.1(t1) | ΠΡΟΣ ΕΤΑΙΡΑΝ ΥΠΕΡ ΦΙΛΟΥ ΠΡΕΣΒΕΥΤΙΚΗ | |
t2 | αʹ | |
t3 | Αἰλιανὸς Καλύκῃ. | |
1 | Τὴν παροῦσαν ἐπιστολὴν ἱκετηρίαν ὑπὲρ Χαριδήμου ποιοῦμαι. ἀλλ’, ὦ φίλη Πειθοῖ, παροῦσα συνεργὸς ποίει κατορθοῦν ἀνυσίμως, οὓς ἂν ἐπιστείλαιμι λόγους. ταῦτα μὲν δή, φασίν, εὔχθω. οὗτος δ’ οὖν ἐρᾷ σου, Καλύκη, καὶ | |
5 | τῷ σῷ φλέγεται γλυκυτάτῳ πυρί, καὶ τεθνήξεται θᾶττον ἐκ τριχὸς κρεμάμενος καὶ σκιᾶς εἴδωλον γεγονώς, εἰ μὴ τὴν παροῦσαν θεραπείαν ἐπινεύσεις τῷ μειρακίῳ. Ἄπολλον | |
ἀποτρόπαιε, μὴ φόνου τις, ὦ γύναι, τὸ σὸν αἰτιάσηται κάλλος, μηδὲ ταῖς σαῖς χάρισιν ἐπικωμάσωσιν Ἐρινύες. | 65 | |
10 | ἐγκαλεῖς, εὖ οἶδα, τῷ νέῳ· ἔπταισεν ὁμολογουμένως· νέος ὢν ἔπταισεν, ἱκανὴν δέδωκε δίκην, μὴ θάνατος ἔστω τοῦ πλημμελήσαντος ἡ ζημία. λογίζου, πρὸς θεῶν, καὶ μιμοῦ τὴν σὴν Ἀφροδίτην. ὡς ἐφικτὸν γυναικί. πυρὸς ἄρχει, τόξα διέπει, ἀλλὰ καὶ Χάριτες ἕπονται τῇ θεῷ· σὺ δὲ ὀφθεῖσα | |
15 | φλέγεις καὶ ὁμιλοῦσα τιτρώσκεις. ἐπίθες 〈οὖν〉 ταχὺ καὶ τὰς Χάριτας τῷ πληγέντι. φέρεις μὲν πῦρ, ἔχεις δὲ ὕδωρ· τὴν σὴν αὐτὴ φλόγα κατάσβεσον πρὸς βραχύ. ταῦτα μὲν οὖν ἱκετεύων φημί. ἃ δὲ παραινεῖν ἔχω σοι, λεκτέα λοιπόν. χαριέστατον οἶδα τὸ σμικρὸν ὑποκνίζειν τοὺς νέους· τοῦτο | |
20 | γὰρ τῶν ἀφροδισίων προαναστέλλει τὸν κόρον, καὶ τὰς ἑταίρας ὑποδείκνυσιν ἀεὶ ποθεινὰς τοῖς ἐρασταῖς. ἀλλ’ εἰ τοῦτο γένοιτο πέρα τῆς χρείας, ἀποκάμνουσιν οἱ ποθοῦντες. οὕτως οὖν ὃ μὲν ὠργίσθη, ὃ δὲ ἐπέβαλεν ἄλλῃ τὰ ὄμματα. ὀξύς ἐστιν ὁ Ἔρως καὶ ἐλθεῖν καὶ ἀναπτῆναι· ἐλπίσας | |
25 | πτεροῦται καὶ ἀπελπίσας ταχὺ πτερορρυεῖν εἴωθεν ἀπογνω‐ σθείς. διὸ καὶ μέγα τῶν ἑταιρουσῶν ἐστι σόφισμα ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτιθεμένας ταῖς ἐλπίσι διακρα‐ τεῖν τοὺς ἐραστάς. ἤδη μὲν οὖν πολλαὶ τὸν νέον ὑπῆλθον | |
ἑταῖραι προτρέπουσαι πιθανῶς, καὶ δὴ τοῦτον ἔφθη τις | 66 | |
30 | ἂν πανουργότερον λαβοῦσα, εἰ μὴ τὸ μειράκιον ἀπηύχετο παντελῶς ἐναφροδισιάσαι τινὶ μετὰ σέ. χρῆσαι τοίνυν τοῖς μὲν ὑποκρινομένοις φιλεῖν ἑταιρικῶς, τοῖς δὲ γνησίοις ἐρασταῖς φιλικώτερον. πείθου μοι καὶ τῆς ἀμετρίας ἀπόσχου. ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείναντες | |
35 | τὸ καλώδιον, μηδὲ λάθῃς λοιπὸν εἰς ἀγερωχίαν μεταβαλοῦσα τὸ φρόνημα. οἶσθα δὲ ὅσον Ἔρως ἀντιστρατεύειν τοῖς ὑπερηφανοῦσι φιλεῖ. ἄλλως τε ὀπώραν πωλεῖς, ἡ καλή· ἔστι δὲ ἡ σὴ ὀπώρα ἡδίων τῆς ἀπὸ τῶν δένδρων. δικαία δ’ ἂν εἴης ἀπ’ αὐτοῦ γε τοῦ ἔργου συνεῖναι, ὅτι οὐ δεῖ τηρεῖν | |
40 | ὀπώραν. δίδου τοῖς σοῖς ὀπωρώναις τὴν ὥραν τρυγᾶν. μετ’ ὀλίγον ἔσῃ γεράνδρυον· οἱ δὲ τῶν καλῶν σωμάτων ἐρασταὶ τῇ τοῦ φαινομένου κάλλους ἀκμῇ παραμετροῦσι τὸν ἔρωτα. καὶ ἑτέρως δὲ μάνθανε· οὐ γάρ σε καὶ διαφόρως ἐπεκδιδάσκειν ὀκνήσω. γυνὴ ἔοικε λειμῶνι, καὶ ὅπερ | |
45 | ἐκείνῳ τὰ ἄνθη, τοῦτό γε ταύτῃ τὸ κάλλος. ἕως μὲν οὖν 〈ἔαρ ἀκμάζει〉, ἡ κόμη τῷ λειμῶνι ἐπακμάζει καὶ ἡ χροιὰ τῶν ἀνθέων, ἦρος δὲ παρακμάσαντος πέπαυται μὲν τὰ ἄνθη τοῦ 〈λειμῶνοσ〉, ὁ δὲ λειμὼν γεγήρακε. γυναικός τε | |
αὖ πάλιν εἰ τὸ εἶδος παρέλθῃ καὶ τὸ κάλλος παραδράμῃ, | 67 | |
2.1(50) | τίς ἔτι καταλείπεται εὐφροσύνη; ἀνανθεῖ γὰρ καὶ ἀπηνθη‐ κότι σώματι οὐ πέφυκε προσιζάνειν ὁ Ἔρως· οὗ δ’ ἂν εὐανθές τε καὶ εὐῶδες ᾖ, ἐνταῦθα καὶ ἐνιζάνει καὶ μένει. ἀλλὰ τί μακρὸν ἀποτέτακα λόγον, δελφῖνα διδάσκων νήχεσθαι; μεθαρμοσαμένη τοίνυν, ὦ καλλίστη γυναικῶν, τὴν ψυχὴν | |
55 | καλλίονα τοῦ σώματος ἀπόφηναι, ἵν’ ἐξῇ λέγειν· „ὦ κάλ‐ λους φιλανθρώπου“. τὸ δ’ οὖν ῥόδον, κἂν μή τις αὐτῷ χρήσηται, μαραίνεται. ἆρ’ ἐπένευσας, ὦ φιλτάτη; πάντως δήπου, τὸν σὸν εὐμετάβολόν τε καὶ εὐπαράκλητον ἐπίστα‐ μαι τρόπον. ἥκω τοίνυν καὶ προσάξω τὸν νέον πλουσίως | |
60 | ἐπικηρυκευόμενον δι’ ἐμοῦ. τὸ γὰρ πρὸς ἑταίρας κηρύκειον ἐκ τοῦ Βαβυλωνίου χρυσοῦ χαρακτηρίζεσθαι πέφυκεν. ἀλλὰ τῶν προτέρων τε συγγνώμην καὶ τῶνδε χάριν ἔχουσα εὐμενὴς τό γε λοιπὸν εἴης τῷ σῷ Χαριδήμῳ. | |
2.2(t1) | ΗΡΑΣΘΗ ΤΙΣ ΚΟΡΗΣ, ΗΝ ΕΠΙΠΡΟΣΕΥΧΟΜΕΝΟΣ | |
t2 | ΕΙΔΕ, ΚΑΙ ΤΑΥΤΗΙ ΠΡΟΣΠΕΠΟΝΘΩΣ ΕΠΙΣΤΕΛΛΕΙ | |
t3 | βʹ | |
t4 | Εὐξίθεος Πυθιάδι. | |
1 | Ἐν τοῖς ἱεροῖς, ἔνθα τῶν παθῶν ἀπαλλαγὴν αἰτούμεθα τοὺς | |
θεούς, δεινοτάτοις περιπέπτωκα πόνοις. ἔτι γὰρ ὑψοῦ προσανατείνων τὼ χεῖρε καὶ τὴν ἱκετείαν κατ’ ἐμαυτὸν λαλῶν οὐκ οἶδ’ ὅπως ἐξαίφνης ὑπὸ τοῦ Ἔρωτος ἐρραπίσθην. | 68 | |
5 | καὶ μετεστράφην πρὸς σέ, καὶ ἅμα τῇ θέᾳ τῷ σῷ τετόξευμαι κάλλει· ὡς γὰρ εἶδον, οὐχ οἷός τε ἦν τοὺς ὀφθαλμοὺς ἄλλοσε μεταφέρειν, σὺ δέ με θεωροῦντά σε κατιδοῦσα (τοῦτο δὴ τὸ σύνηθες ὑμῖν ταῖς ἐλευθέραις) ἠρέμα παρεκαλύψω, μετα‐ κλίνασα δ’ οὖν τὴν δέρην ἐπὶ θάτερα προβέβληκας τοῦ | |
10 | προσώπου τὴν χεῖρα, παραφαίνουσα τῆς παρειᾶς ὀλίγον. δοῦλόν με θέλεις ἔχειν; ὡς ἐθελόδουλον ἔχε· φίλος γὰρ Πυθιάδος τίς, εἰ μή γε Ζεὺς ταῦρος ἢ χρυσὸς ἢ κύκνος γενόμενος διὰ σέ; ἀλλ’ εἴθε μετὰ τῆς εὐπρεπείας ἐπαινέσομαί σε τῆς περὶ ἐμὲ προθυμίας, καὶ μὴ τρόπος ἀπειθὴς ἀνασοβήσῃ | |
15 | ὃν εὖ μάλα τεθήρακεν ἡ μορφή. ταύτην οὖν τὴν προσευχήν, ὦ θεοί, εἰ δοκεῖ, διανύσατε· ὄμνυμι δέ σοι, φιλτάτη, τίνα μέντοι θεῶν; ἢ βούλει μᾶλλον, 〈οὓσ〉 ἐπηυξάμην ἀρτίως θεούς; ὡς ἄχρις ἂν ἐμοῦ δεσπόζειν ἐθέλοις (βουληθείης δὲ | |
μέχρι παντός), ἐρωτικός σοι διατελέσω θεράπων. | 69 | |
2.3(t1) | ΓΑΜΕΤΗ ΡΗΤΟΡΟΣ ΑΜΙΞΙΑΣ ΑΙΤΙΑΤΑΙ ΤΟΝ | |
t2 | ΑΝΔΡΑ | |
t3 | γʹ | |
t4 | Γλυκέρα Φιλίννῃ. | |
1 | Οὐκ εὐτυχῶς, Φίλιννα, Στρεψιάδῃ τῷ σοφῷ ῥήτορι συνεζύγην· οὗτος γὰρ ἑκάστοτε παρὰ τὸν καιρὸν τῆς εὐνῆς πόρρω τῶν νυκτῶν πλάττεται περὶ πραγμάτων σκοπεῖσθαι, καὶ ἃς ἐδιδάχθη δίκας τηνικαῦτα προφασίζεται | |
5 | μελετᾶν, σχηματιζόμενος δὲ ὑπόκρισιν ἠρέμα τὼ χεῖρε κινεῖ καὶ ἄττα δήπου πρὸς ἑαυτὸν ψιθυρίζει. τί οὖν οὗτος ἔγημε κόρην καὶ λίαν ἀκμάζουσαν, μηδὲν δεόμενος γυναικός; ἢ ἵνα μοι τῶν πραγμάτων μεταδοίη, καὶ νύκτωρ αὐτῷ συνεπιζητήσω τοὺς νόμους; ἀλλ’ εἴγε δικῶν γυμναστήριον | |
10 | τὴν ἡμῶν ποιεῖται παστάδα, ἐγὼ καὶ νεόνυμφος οὖσα ἀποκοιτήσω λοιπὸν καὶ καθευδήσω χωρίς. κἂν ἐπιμείνῃ πρὸς μὲν ἀλλότρια πράγματα κεχηνώς, μόνης δὲ τῆς κοινῆς ὑποθέσεως ἀμελῶν, ἕτερος ῥήτωρ τῆς ἐμῆς ἐπιμελήσεται δίκης. ἆρα κατάδηλον ὃ βούλομαι λέγειν; πάντως δήπου, | |
15 | ἐπεὶ ταῦτα γράφω συντόμως ἐκ τούτων συνιέναι καὶ τὰ λείποντα δυναμένῃ. ταῦτά μοι νόει καλῶς, ὦ γύναιον δηλαδὴ συμπαθὲς γυναικί, κἂν αἰδουμένη τὴν χρείαν οὐ μάλα σαφῶς | |
ἐπιστέλλω, καὶ πειρῶ τὸ λυποῦν εἰς δύναμιν θεραπεύειν. σὲ γὰρ τὴν καλὴν προμνήστριαν χρή, καὶ ἄλλως ἐμὴν | 70 | |
20 | αὐτανεψιὰν οὖσαν, μὴ μόνον τὴν ἀρχὴν ἐσπουδακέναι τῷ γάμῳ, ἀλλὰ καὶ νῦν αὐτὸν σαλεύοντα διορθοῦσθαι. ἐγὼ γὰρ τὸν λύκον τῶν ὤτων ἔχω, ὃν οὔτε κατέχειν ἐπὶ πολὺ δυνατόν, οὔτε μὴν ἀκίνδυνον ἀφεῖναι, μή με δικορράφος ὢν ἀναίτιον αἰτιάσηται. | |
2.4(t1) | Ο ΤΗΙ ΔΟΥΛΗΙ ΠΡΟΣΚΑΡΤΕΡΩΝ ΤΕΩΣ | |
t2 | ΑΣΧΟΛΟΥ ΜΕΝΗΙ | |
t3 | δʹ | |
t4 | Ἑρμότιμος Ἀριστάρχῳ. | |
1 | Χθὲς ἐν τῷ στενωπῷ τὸ σύνηθες ὑπεσύριττον τῇ Δωρίδι. ἣ δὲ ὑπερκύψασα μόλις, ὡς λαμπρὸν ἀνέτειλεν ἄστρον, καὶ ἠρέμα φθεγγομένη φησίν· „ᾐσθόμην τοῦ συνθήματος, ὦ φιλότης· ἀλλὰ πρὸς τὴν κάθοδον ἀμηχανῶ. οὑμὸς πάρεστι | |
5 | δεσπότης· οὐ καταβέβηκεν οὗτος, ἵνα σοι τυχόν, γλυκύτατε, περιτύχω. μεῖνον, ἀνάμεινον· καταβήσομαι θᾶττον, καὶ τῆς βραχείας μελλήσεως ἕνεκα μειζόνως σε θεραπεύσω. καρτέρει πρὸς θεῶν. μὴ λίαν ἀθυμῶν τὴν παροῦσαν ἀπείπῃς ἑσπέραν, μηδὲ λύπει τὸν ἐνοικοῦντά μοι πόθον, ἵνα μὴ καὶ πυρωδεστέ‐ | |
10 | ραν ὑφάψῃς τὴν φλόγα.“ τούτοις παραθαρρύνουσα, | |
τοιαῦτα ψυχαγωγοῦσα καὶ ὥσπερ βέλη τοὺς λόγους ἀφεῖσα πέπεικεν, εἰ δέοι, καὶ μέχρι μέσων ἀναμεῖναι νυκτῶν. ὅμως ὑδροφορῆσαι πιθανῶς προφασισαμένη κατέβη ταχύ, ἐπὶ λαιοῦ τοῖν ὤμοιν κομίζουσα τὴν κάλπιν. καί μοι καὶ | 71 | |
15 | οὕτως ἀνεφάνη καλή, ὥσπερ εἰ χρυσοῦν τινὰ περιέκειτο κόσμον. ἡ δὲ κόμη, βαβαὶ τῆς ἀγλαΐας· ὡς τετανόθριξ ἡ παῖς. τῶν μὲν οὖν ὀφρύων ἐμμέτρως ἀνέσταλται, τοῦ δὲ αὐχένος ἐπιχαρίτως καθήπλωται καὶ τοῖν ὤμοιν· αἱ δὲ παρειαὶ τὸν ἀπὸ τῶν ὀμμάτων ἵμερον ὑποδέχονται, ὃν φιλῆσαι μὲν | |
20 | ἥδιστον, ἀπαγγεῖλαι δὲ οὐ ῥᾴδιον. ἔφη δ’ οὖν· „ἕως ἀλλή‐ λους ἔχομεν, μὴ παραναλώσωμεν ἣν δίδωσιν ἡμῖν ὁ καιρὸς ὀξύρροπον ἐξουσίαν“. ἄσμενοι τοίνυν περιπλακέντες ἀλλή‐ λοις ἐρασμιώτερον τὰ ἐπὶ τούτοις ἐδρῶμεν· ἡδίων γὰρ καὶ σφόδρα ποθεινὸς μετὰ δή τινα συμβᾶσαν δυσκολίαν τοῖς | |
25 | ἐρῶσιν ὁ γάμος. | 72 |
2.5(t1) | ΠΑΡΘΕΝΟΣ ΕΡΩΣΑ ΚΙΘΑΡΩΙΔΟΥ | |
t2 | εʹ | |
t3 | Παρθενὶς Ἁρπεδόνῃ. | |
1 | Εὖγε τῆς φωνῆς, εὖγε τῆς λύρας. ὡς ἄμφω μουσικώτατα συνηχεῖ, καὶ πρόσχορδος ἡ γλῶττα τοῖς κρούμασι. Μουσῶν τε καὶ Χαρίτων ἡ κρᾶσις, μάλα τοῦτο ἀληθές. πλῆρες δὲ μουσικῆς ἐννοίας τὸ βλέμμα καὶ διασκέψεως τῶν μελῶν. | |
5 | τὸ δὲ πρόσωπον τοῦ νέου χαριέντως ἀτενίζοντος εἰς ἐμὲ ὑπὲρ τὰ μέλη καταθέλγει μου τὴν ψυχήν. εἰ μὴ τοιοῦτος ἦν Ἀχιλλεύς, ὃν ἔμαθον ἐκ τῶν οἴκοι πινάκων, οὐκ ἦν ἄρα ὄντως καλός· εἰ μὴ τοιαῦτα κεκιθάρικεν, οὐκ ἦν μουσικὸς τοῦ Χείρωνος ζηλωτής. εἴθε ποθήσειεν ἐμὲ καὶ ἀντιφιλοῦντα | |
10 | θεάσομαι. τολμηρὸν ἔφην· τίς γὰρ ἂν τούτῳ δόξειε καλή, εἰ μὴ φιλανθρώποις αὐτὴν ὄμμασιν ἴδοι; ὡς ἡδὺ τὸ γειτόνημα, νὴ τὰς Μούσας. ἀλλὰ πικρὰς ὀδύνας μεταξύ πως ᾐσθόμην. πυκνὰ παλλομένης ἐφάπτομαι τῆς καρδίας, καὶ δεινῶς | |
ἐκπηδᾷ καὶ φλέγεσθαί μοι δοκεῖ. τοτὲ μὲν οὖν εἰς τὰ γόνατα ἡ | 73 | |
15 | κεφαλὴ βρίθει, τοτὲ δὲ εἰς ὦμον ἐγκλίνει· θεωροῦσα δὲ τὸν καλὸν αἰδοῦμαι, φοβοῦμαι, ὑφ’ ἡδονῆς πνευστιῶ. ὦ γλυ‐ κύτατον πῦρ· τί ποτε ἄρα μοι πεφοίτηκεν ἔνδον; ὡς ἐγὼ θαμὰ ἀνιῶμαι, καὶ οὐκ οἶδα, ἐφ’ ᾧ τοῦτό γε πάσχω. ἐκ‐ βόσκεται γάρ μέ τις ἀνερμήνευτος ὀδύνη, καὶ δακρύων | |
20 | ἀνεπίσχετοι πηγαὶ καταρρέουσι τῶν παρειῶν· ποικίλα τῆς διανοίας ὑπεκπηδᾷ μοι κινήματα, καθάπερ αἴγλη τις ἡλίου πάλλεται συχνὰ περὶ τοῖχον ἐξ ὕδατος ἀνταυγοῦσα κατὰ σκαφίδος ἢ λέβητος κεχυμένου καὶ ἀστάτῳ φορᾷ τὴν εὐκίνητον συστροφὴν ἀπεικονίζεται τῶν ὑδάτων. ἢ | |
25 | τοῦτο μᾶλλον, ὅνπερ φασίν, ἔρως; Ἔρωτος ὁ πυρσὸς καὶ μέχρι τοῦ ἥπατος διελήλυθεν εἰσρυείς. καὶ τί δὴ καταλι‐ πὼν ἐκεῖνος ὁ δᾳδοῦχος θεὸς τὰς ἐπιτηδείας αὐτῷ καὶ συνή‐ θεις ἀμύητον βιάζεται κόρην, καὶ πολεμεῖ παιδισκάριον ἄωρον Ἀφροδίτης, ἔτι θαλαμευόμενον, ἔτι φρουρουμένην, | |
30 | καὶ μόλις ὑπὸ φύλαξιν ἔσθ’ ὅπῃ προκύπτουσαν τῆς οἰκίας; εὐδαίμων παρθένος, ἥτις ἄνευ φροντίδων ἐρωτικῶν ζῇ, μόνης ἐπιμελὴς τῆς ταλασίας. αἰσχύνομαι τὸ πάθος, ἐγκα‐ λύπτομαι τὴν νόσον, δέδοικα σύμβουλον προσλαβέσθαι· ταῖς γὰρ ἐμαῖς θεραπαινίσιν οὐ μάλα θαρρῶ. ὢ τῆς ἀπο‐ | |
35 | ρίας, δι’ ἣν περιπατῶ τρίβουσα τὰς χεῖρας, ὅτε καὶ τὸ | |
πάθος ἐπείγει. καὶ οὔτε θεραπείαν οὔτε λήθην αὐτοῦ βραχεῖαν ἔνεστί μοι λαμβάνειν· κατάντικρυς μὲν γὰρ ὁ νέος ὁ γλυκὺς πολέμιος ἥδιστα μελῳδεῖ, ἐγὼ δὲ οὐδὲ βουλὴν πρὸς τὸ πρακτέον οἵα τέ εἰμι παντελῶς ἐξευρεῖν. | 74 | |
40 | πῶς γὰρ ἡ δειλαία, περὶ πράγματος σκοπουμένη, οὗ καὶ τὴν φύσιν ἠγνόηκα καὶ τοὺς τρόπους, ἅτε ἀνομίλητος μὲν παιδείας ἐρωτικῆς, ἀνομίλητος δὲ συνουσίας; ἐρρέτω αἰδώς, ἐρρέτω σωφροσύνη, ἐρρέτω καὶ τὸ σεμνὸν τῆς ὀδυνηρᾶς ἐμοὶ παρθενίας. ὑπαισθάνομαι τῆς φύσεως βου‐ | |
45 | λομένης, ᾗ νόμων ὡς ἔοικεν οὐδὲν μέλει. μικρὸν ἀπερυ‐ θριάσω καὶ τὴν ἐμὴν ἴσως ἐκ τῆς περιωδυνίας ἀνακτῶμαι ψυχήν. ἡδέως μάλα ἔπταρον μεταξὺ γράφουσα. ἆρα ὁ νέος, τοὐμὸν μέλημα, διεμνημόνευσέ μου; εἴθε καὶ δι’ ἑαυ‐ τῶν ἤδη, καὶ μὴ μόνων τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ δι’ | |
2.5(50) | ὅλων ἀπολαύσομεν τῶν σωμάτων. σὺ τοίνυν, Ἁρπεδόνη (πρὸς σὲ γὰρ ἐξεπίτηδες, ὡς ἔχω πάθους, ἀπήγγειλα τὴν ὑπόπικρον τῶν βελῶν ἡδονήν), ἧκέ μοι σύμβουλος περὶ τούτων, προφασισαμένη στήμονα τυχὸν ἢ κρόκην ἢ γοῦν ἄλλο τι τῶν μάλιστα γυναιξὶν ἀνηκόντων. ἔρρωσο, | |
55 | καὶ πρὸς τοῦ Ἔρωτος, ὃν ἐπόμνυσθαι πρῶτον μεμάθηκα | |
παρ’ αὐτοῦ, μυστήριά σοι ταῦτα γεγράφθω. | 75 | |
2.6(t1) | ΝΕΟΣ ΥΠ’ ΑΝΤΕΡΑΣΤΟΥ ΤΗΣ ΦΙΛΗΣ ΠΑΡ‐ | |
t2 | ΕΚΒΕΒΛΗΜΕΝΟΣ | |
t3 | ϛʹ | |
t4 | *** 〈Φορμίωνι〉. | |
1 | Ὡς ἐρώμενος αὐθαδέστερον ὑπεραίρῃ καὶ πεφρόνηκας μέγα καὶ σοβαρώτερος γέγονας τὴν ὀφρύν, ἀεροβατεῖς δὲ μετάρσιος ταῖς φαντασίαις καὶ ὑπερορᾷς ἡμῶν τῶν βαδιζόντων χαμαί, καὶ ὡς αὐλητρίδος υἱὸς ἐξαίρεις τὰς | |
5 | γνάθους, καὶ γίνεταί σοι μεῖζον τὸ φύσημα τοῦ φυσήματος τῆς μητρός. πόθεν δὲ ποθεῖσθαι οὕτω ταχὺ καὶ ῥᾳδίως ἐπείσθης; ἢ μᾶλλον, ὦ θαυμάσιε Φορμίων, ὡς ἀξιέραστον ἔχων τὴν ὄψιν; τοιαύτην ἔχοι κἀκείνη ἀξία γε οὖσα· καὶ ὄναισθέ γε δικαίως ἀλλήλων ἐπὶ μήκιστον χρόνον, καὶ | |
10 | γένοιτο παιδίον ὑμῖν ὅμοιον τῷ πατρί. εὗρεν οὖν ἡ μά‐ χαιρα κολεὸν ἄξιον ἑαυτῆς. νενίκηκάς με τὴν ἐμὴν ἐρω‐ μένην λαβών, δι’ ἐμοῦ τε παριὼν ἐξεπίτηδες οὐκ ἀγελαστὶ τονθορύζεις, ἀλλ’ ἡδέως ἐπεγγελᾷς ὑβριστήν τινα γέλωτα, καὶ ἀλαζονευόμενος τὼ χεῖρε σοβεῖς, καὶ χαίρων ἐπιτω‐ | |
15 | θάζεις ἐμοί, μέγα δὲ καγχάζεις ὅτι με τῆς φίλης ἐκβέβλη‐ κας κατὰ κράτος. ἀλλ’ ἔγωγέ σοι ἥδιστον ἐπιχαίρω, ὅτι σε νῦν ἔνδον εἰσβέβληκα παρ’ ἐκείνην, καὶ ἧτταν ὑπέστην ἐγὼ τῆς σῆς, φασί, Καδμείας νίκης ἀμείνω· φανερὸν γὰρ ὡς ἐν πονηραῖς ἁμίλλαις ἀθλιώτερος ὁ νικήσας. | 76 |
2.7(t1) | ΠΕΡΙ ΔΟΥΛΗΣ ΦΙΛΟΥΣΗΣ ΤΟΝ ΠΡΟΣΦΘΕΙ‐ | |
t2 | ΡΟΜΕΝΟΝ ΤΗΙ ΚΕΚΤΗΜΕΝΗΙ | |
t3 | ζʹ | |
t4 | Τερψίων Πολυκλεῖ. | |
1 | Θεράπαινά τις παρθένος τοῦ μοιχοῦ τῆς δεσποίνης ἠράσθη· διακονουμένη γὰρ ἀμφοῖν τὰ δοκοῦντα ταύτην ἔλαχε τοῦ ἔρωτος ἀφορμήν. πολλάκις οὖν αὐτῶν ἐρω‐ τικῶς ὁμιλούντων ἀλλήλοις ἠκροᾶτο, πλησίον ὡς φύλαξ | |
5 | παρισταμένη καὶ προορῶσα μή τις ἐξαίφνης ἀναφανείη κατάσκοπος. καί που καὶ συμπλεχθέντας αὐτοὺς εἶδεν ἡ κόρη, καὶ δι’ ἀκοῆς τε καὶ θέας ὤλισθεν Ἔρως ἐπὶ τὴν ἐκείνης ψυχὴν αὐτῇ λαμπάδι καὶ τόξοις. καὶ πρὸς τὴν τύχην ἐσχετλίαζεν ἡ παιδίσκη, ὅτι δὴ καὶ αὐτὸς δεδού‐ | |
10 | λωται τῆς δουλείας ὁ ἔρως· οὐ γὰρ εἶχε παρρησίαν τῶν αὐτῶν μετασχεῖν τῇ δεσποίνῃ, ἀλλὰ μόνου τοῦ ἔρωτος ἐκοινώνει τῇ κεκτημένῃ. τί οὖν ἡ κόρη; οὐ γὰρ ἀμήχανον αὐτὴν ἀφῆκεν ὁ Ἔρως. ἀποσταλεῖσα προσκαλέσασθαι τὸν | |
μοιχὸν ἔφη πρὸς ἐκεῖνον ἁπλῶς, μηδὲν ποικίλλουσα· „εἰ | 77 | |
15 | βούλει, φίλτατε, ἐμὲ συμπράττειν καὶ διακονεῖσθαί σοι πάλιν προθύμως—ἀλλὰ τί σοι λέξω; τὸν ἐμὸν ὡς ἐρω‐ τικὸς ἤδη νενόηκας πόθον. ἆρα δοκῶ σοι καλὴ καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι; τί φής; ποιήσεις ἤδη; ποιήσεις, οἶδα ἐγώ“. ὁ δ’ οὖν νέος (καλὴ γὰρ ἦν καὶ | |
20 | παρθένος) ἅμα ἔπος ἅμα ἔργον ἄσμενος αὐτίκα μάλα τὴν αἴτησιν τῆς κόρης ἐπλήρου, περικρατῶν ὀμφάκια τοῦ στέρνου τὰ μῆλα καὶ φιλημάτων ἀπολαύων ἅμα γνη‐ σίων· φιλήματα γὰρ ἕωλα μὲν τὰ τῶν γυναικῶν, ἄπιστα δὲ τὰ τῶν ἑταιρῶν, ἀψευδῆ δὲ τὰ τῶν παρθένων, ἐοικότα | |
25 | τοῖς σφετέροις ἤθεσι. μέμικται δὲ ἁπαλῷ μὲν ἱδρῶτι, θερ‐ μῷ δὲ καὶ πολλῷ τῷ τοῦ πνεύματος ῥεύματι {τὸ δὲ ἆσθμα πυκνόν}. ἐγγὺς μὲν 〈γὰρ〉 τοῦ στόματος ἡ καρδία, ἡ δὲ ψυχὴ τῶν θυρῶν· εἰ δὲ τὴν χεῖρα τῷ στέρνῳ προσαγά‐ γῃς, ὄψει τὸ πήδημα. ταῦτα μὲν οὖν ἐκεῖνοι· ἡ δὲ κεκτη‐ | |
30 | μένη πανούργως ἐπέστη τοῖς τελουμένοις, ἠρέμα βαδί‐ ζουσα καὶ κτύπου χωρίς, καὶ ζηλοτυποῦσα τὴν παιδί‐ σκην τῆς κόμης ἐξεῖλκεν. ἣ δὲ στένουσά φησιν· „μὴ γὰρ ἡ τύχη σὺν τῷ σώματι κατεδούλωσε τὴν ψυχήν. ἐπι‐ τεθύμηκα· ἔξεστι γάρ. παῦσαι πρὸς θεῶν. ὡς ἐρῶσαν | |
35 | δίκαιόν σε μᾶλλον ὑπεραλγῆσαι ποθούσης. μὴ τοίνυν ἀτιμάσῃς, ὦ δέσποινα, τὸν ἐμόν τε καὶ σὸν δεσπότην | |
Ἔρωτα, ἵνα μὴ ταῖς σαῖς ἐπιθυμίαις ὀνειδίζουσα λάθοις. καὶ σὺ γὰρ ἐκείνῳ δουλεύεις, κἀγώ τε καὶ σὺ τὸν αὐτὸν ἕλκομεν ζυγόν.“ ταῦτα μὲν ἡ παῖς, ἡ δὲ κεκτημένη πρὸς | 78 | |
40 | τὸν νέον λάθρᾳ φησί, τῆς δεξιᾶς αὐτοῦ λαβομένη, „Σικε‐ λὸς ὀμφακίζει, Ἐμπεδόκλεις, παρατρυγῶν παιδισκάριον 〈ἄωρον〉 καὶ τοῦ φιλήματος ἀμαθές. παρθένος γάρ, ἅτε τῆς Ἀφροδίτης ἀμύητος ἔτι, τὴν συνουσίαν ἀτερπής ἐστι καὶ δύσκοιτος, ἀγνοοῦσα τὴν ἐπὶ τῆς εὐνῆς κολακείαν. | |
45 | γυνὴ δέ, οἵαπερ ἐγώ, τῶν ἀφροδισίων ἱκανὴν ἔχουσα πεῖραν, ὁμοίως ἑαυτήν τε καὶ τὸν ποθοῦντα λίαν εὐφραί‐ νει, καὶ γυνὴ μὲν καταφιλεῖ, παρθένος δὲ καταφιλεῖται. καὶ τοῦτο μὲν ἔγνως· εἰ δὲ τὰ νῦν ἐπιλέλησαι, δεῦρο, φίλτατε, κἀγώ σε ἥδιστα δίς τε καὶ τρὶς τῶν ἐμῶν ἀνα‐ | |
2.7(50) | μνήσω.“ | |
2.8(t1) | ΠΕΝΘΕΡΑΣ ΕΡΑΣΤΗΣ ΕΓΚΡΑΤΩΣ ΑΠΟΜΑΧΕΤΑΙ | |
t2 | ΠΡΟΣ ΤΟΝ ΠΟΘΟΝ | |
t3 | ηʹ | |
t4 | Θεοκλῆς Ὑπερείδῃ. | |
1 | Ἤρων τῆς Ἀριγνώτης, παρθένου καλῆς. ταύτην μοι | |
νομίμως κατενεγύησαν οἱ τεκόντες, καὶ ἦν ὄντως ἐπαφρό‐ διτος ὁ γάμος· ἐρωμένης γὰρ ἀπέλαυον γαμετῆς. καὶ τὴν συνάφειαν ἡγούμην βεβαίαν, γινώσκων ὡς ἀσφαλέστερος | 79 | |
5 | καθίσταται γάμος ἐκ πόθου τινὸς τὴν πρόφασιν εὐτυχή‐ σας. ἀλλ’ ὁ βάσκανος Ἔρως ἐνήλλαξέ μου τὸν πόθον, καὶ τῆς πενθηρᾶς ἀντ’ ἐκείνης ἐρῶ. τί οὖν πράξω; πῶς ἀναιδῶς πρὸς ἐρωμένην, πῶς ἐπιεικῶς πρὸς πενθερὰν ἐκλαλήσω; αὕτη με τὸν κηδεστὴν ἐξ εὐνοίας παῖδα καλεῖ. | |
10 | πῶς οὖν διαλέξομαι γυναικί, ἣν πολλάκις μητέρα προσεῖ‐ πον; τοιγαροῦν κἂν τύχω κἂν ἀποτύχω, διχόθεν ἐγὼ δυστυχής· ὑμεῖς τοίνυν, ὦ θεοί, ἀποτρόπαιοί γε ὄντες τὸ δυσσεβὲς ἀποτρέψετε. θυγατρὶ καὶ τεκούσῃ μήποτε συμμιγείην. | |
2.9(t1) | ΝΕΟΣ ΠΡΟΣ ΕΠΙΟΡΚΟΝ ΕΡΩΜΕΝΗΝ ΔΕΔΙΩΣ, | |
t2 | ΜΗ ΤΙ ΠΡΟΣ ΤΗΣ ΕΠΙΟΡΚΙΑΣ ΕΚΕΙΝΗ ΠΕΙ‐ | |
t3 | ΣΕΤΑΙ ΧΑΛΕΠΟΝ | |
t4 | θʹ | |
t5 | Διονυσόδωρος Ἀμπελίδι. | |
1 | Σὺ μὲν ἴσως οἴει βαρύνεσθαί με δεινῶς, ὅτι δή με τοσοῦ‐ τον ἐρῶντα κατέλιπες. ἐμοὶ δὲ τούτου, νὴ τὸ σὸν πρόσω‐ πον, βραχεῖα φροντὶς πρὸς ἕτερόν γε μεῖζον κακόν, ἐπείπερ | |
ὡς ἁπλουστάτη καὶ νέα περιφρονοῦσα τηλικοῦτον ὅρκον | 80 | |
5 | παρέβης. ἀλλὰ τοὐμὸν μέρος ἀνυπεύθυνος εἴης τοῖς ὁρκίοις θεοῖς, εἰ καὶ σὺ ποθοῦντα μὴ στέργεις, μηδὲ συνθήκας ἔγνως ἐνωμότους φυλάττειν. ἀλλ’ ἔγωγε δέδοικα (εἰρή‐ σεται γάρ, κἂν ἀπεύχωμαι), μή τινά σοι ποινὴν ἀντεπα‐ γάγωσιν οἱ θεοί. καὶ ἀνιαρότερον ἔσται μοι τοῦτο ἢ τῆς | |
10 | σῆς διαπεπτωκέναι φιλίας. ἐμὸν 〈τὸ〉 ἀτύχημα τοῦτο· σὲ δὲ τὸ παράπαν οὐ ψέγω· τοιγαροῦν ἱκετεύων ὑπὲρ σοῦ τὴν Δίκην οὔποτ’ ἄν, ὦ φιλτάτη, παυσαίμην, μηδα‐ μῶς αὐτὴν εἰς τιμωρίαν τῶν ἡμαρτημένων ἐλθεῖν, ἀλλὰ καὶ αὖθις ἀδικούσης, εἴ γέ σοι τοῦτο φίλον, ἀνέχεσθαι | |
15 | πάλιν καὶ συγγνώμην ἀπονέμειν τῇ σῇ πρέπουσαν ἡλικίᾳ· ἀνεκτὸν γὰρ ἐμοὶ τὸν ἐμὸν ἔρωτα φέρειν καὶ μή σε μοχθη‐ ρόν τι πεπονθυῖαν ὁρᾶν. ἔρρωσο. κἂν ἀδικῇς, οἱ θεοὶ συγγνώμονες εἶεν. τίς ἂν οὖν, πρὸς Διός, εὐφημότερον ἐπέστειλεν ἀδικούμενος; | |
2.10(t1) | ΖΩΓΡΑΦΟΣ ΕΙΚΟΝΟΣ ΚΟΡΗΣ ΠΑΡ’ ΑΥΤΟΥ | |
t2 | ΓΕΓΡΑΜΜΕΝΗΣ ΕΡΩΝ | |
t3 | ιʹ | |
t4 | Φιλοπίναξ Χρωματίωνι. | |
1 | Καλὴν γέγραφα κόρην, καὶ τῆς ἐμῆς ἠράσθην γραφῆς. | |
ἡ τέχνη τὸν πόθον, οὐκ Ἀφροδίτης τὸ βέλος· ἐκ τῆς ἐμῆς ἐγὼ κατατοξεύομαι δεξιᾶς. ὡς ἀτυχής, 〈ὃσ〉 οὐ γέγονα τὴν γραφικὴν ἀφυής· οὐ γὰρ αἰσχρᾶς εἰκόνος ἠράσθην. | 81 | |
5 | νῦν δὲ ὅσον μέ τις ἀποθαυμάζει τῆς τέχνης, τοσοῦτον κατοικτείρει τοῦ πόθου· οὐ γὰρ ἂν ἧττον δόξαιμι κακο‐ δαίμων ἐραστὴς ἢ σοφὸς εἶναι τεχνίτης. ἀλλὰ τί λίαν ὀδύρομαι καὶ τὴν ἐμὴν καταμέμφομαι δεξιάν; ἐκ τῶν πινάκων ἐπίσταμαι Φαίδραν, Νάρκισσον, Πασιφάην· τῇ | |
10 | μὲν οὐκ ἀεὶ παρῆν ὁ τῆς Ἀμαζόνος, ἣ δὲ καθόλου παρὰ φύσιν ἐπόθει, ὁ δὲ κυνηγέτης, εἰ τῇ πηγῇ προσῆγε τὴν χεῖρα, διεκέχυτο ἂν ὁ ποθούμενος καὶ παρέρρει τῶν δακ‐ τύλων· ἡ μὲν γὰρ πηγὴ γράφει τὸν Νάρκισσον, ἡ δὲ γραφὴ καὶ τὴν πηγὴν καὶ τὸν Νάρκισσον οἷον διψῶντα | |
15 | τοῦ κάλλους. ἐμοὶ δὲ ὅσον ἐθέλω, πάρεστιν ἡ φιλτάτη, καὶ κόρη τὸ φαινόμενον εὐπρεπής, κἂν τὴν χεῖρα προσ‐ άξω, ἀσύγχυτος ἐπιμένει βεβαίως, καὶ τῆς οἰκείας μορ‐ φῆς οὐκ ἐξίσταται. ἡδὺ προσγελᾷ καὶ μικρὸν ὑποκέχηνε, καὶ εἴποις ἂν ὡς ἐπ’ ἄκρων τῶν χειλῶν προκύπτει τις | |
20 | λόγος καὶ ὅσον οὔπω τοῦ στόματος ἐκπηδᾷ. ἐγὼ δὲ καὶ τὴν ἀκοὴν προσεπέλασα πολλάκις ὠτακουστῶν, τί ποτε ἄρα βούλεται ψιθυρίζειν, ἀποτυχὼν δὲ τοῦ λόγου πεφί‐ ληκα τὸ στόμα, τῶν παρειῶν τὰς κάλυκας, τῶν βλεφά‐ ρων τὴν χάριν, καὶ ὁμιλεῖν ἐρωτικῶς προτρέπω τὴν | |
25 | κόρην. ἣ δὲ καθάπερ ἑταίρα τὸν ἐραστὴν ὑποκνίζουσα | |
σιωπᾷ. ἐπέθηκα τῇ κλίνῃ, ἠγκαλισάμην, ἐπιβέβληκα τῷ στήθει, ἵνα τυχὸν τὸν ἔνδον ἔρωτα θεραπεύσῃ, καὶ πλέον ἐπιμέμηνα τῇ γραφῇ. αἰσθάνομαι πάλιν τῆς παρα‐ πληξίας, καὶ κινδυνεύω τὴν ἐμὴν προσαπολέσαι ψυχὴν | 82 | |
30 | δι’ ἄψυχον ἐρωμένην. χείλη μὲν φαίνει ὡραῖα, ἀλλ’ οὐκ ἀποδίδωσι τὸν καρπὸν τοῦ φιλῆσαι. τί δὲ ὄφελος κόμης καλῆς μὲν φαινομένης, κόμης δὲ οὐκ οὔσης; κἀγὼ μὲν δακρύω καὶ ποτνιῶμαι, ἡ δὲ εἰκὼν φαιδρὸν ἀποβλέπει. ἀλλ’ εἴθε μοι τοιαύτην ἔμψυχον, ὦ χρυσόπτεροι παῖδες | |
35 | Ἀφροδίτης, δοίητε φίλην, ὅπως ἂν ἐκ τῶν τῆς τέχνης ἔργων ἴδω κρείσσονα τέχνης, ὡραϊζομένην ἐν ζῶντι κάλλει, καὶ προσαρμόζων ἡδέως τῇ φύσει τὴν ἐμαυτοῦ τέχνην ἄμφω θεάσωμαι συμφωνούσας ἀλλήλαις. | |
2.11(t1) | ΝΕΟΣ ΓΑΜΕΤΗΣ ΤΕ ΚΑΙ ΦΙΛΗΣ ΟΜΟΙΩΣ ΕΡΩΝ | |
t2 | ιαʹ | |
t3 | Ἀπολλογένης Σωσίᾳ. | |
1 | Ἐβουλόμην, εἴπερ οἷόν τε ἦν, τοὺς ἐρωτικοὺς ἅπαντας διερωτῆσαι καθ’ ἕκαστον, εἴ τις αὐτῶν ἐπαμφοτερίζων ὑφ’ ἕνα καιρὸν δυοῖν περιπέπτωκε φίλτροις. ἐγὼ γὰρ ἑταίρας ἐρῶν πρὸς ἀπαλλαγὴν τοῦ πόθου (οὕτω γὰρ | |
5 | ᾤμην) συνεζύγην σώφρονι γαμετῇ· καὶ νῦν τῆς τε πόρνης οὐδὲν ἧττον ἐρῶ, καὶ ὁ τῆς ὁμοζύγου προσετέθη μοι πόθος, καὶ θατέρᾳ συνὼν οὐκ ἀμνημονῶ τῆς ἑτέρας, τὴν | |
εἰκόνα ταύτης ἐπὶ τῆς ψυχῆς ἀναπλάττων. ἔοικα γοῦν κυβερνήτῃ ὑπὸ δυοῖν πνευμάτων ἀπειλημμένῳ, τοῦ μὲν | 83 | |
10 | ἔνθεν, τοῦ δὲ ἔνθεν ἑστηκότος καὶ περὶ τῆς νεὼς μαχο‐ μένων, ἐπὶ τἀναντία μὲν τὴν θάλασσαν ὠθούντων, ἐπ’ ἀμφότερα δὲ τὴν μίαν ναῦν ἐλαυνόντων. ἀλλ’ εἴθε, καθά‐ περ οἱ Ἔρωτες τῇ ἐμῇ συνομιλοῦντες ἐνδιαιτῶνται ψυχῇ, οὕτω ζηλοτυπίας χωρὶς αἱ γυναῖκες συνῴκουν ἀλλήλαις. | |
2.12(t1) | ΕΥΠΟΡΟΣ ΠΕΝΙΧΡΑΝ ΑΥΘΑΙΡΕΤΩΣ ΓΗΜΑΣ, | |
t2 | ΙΝΑ ΜΗΔΕΝ ΑΛΑΖΟΝΙΚΟΝ ΕΚ ΠΛΟΥΣΙΑΣ | |
t3 | ΥΠΟΜΕΙΝΗΙ | |
t4 | ιβʹ | |
t5 | Εὐβουλίδης Ἡγησιστράτῳ. | |
1 | Δυστρόπου γυναικὸς οὐδὲ πενία δεδύνηται μᾶλλον ἐξημερῶσαι τὴν γνώμην, οὐδὲ βραχὺ γοῦν αὐτὴν παρα‐ σκευάσαι τοῦ ἀνδρὸς κατήκοον εἶναι. ἐγὼ γὰρ πενιχρὰν ἐξεπίτηδες ἠγαγόμην, ὅπως εὐπόρου γαμετῆς μηδὲν ὑπο‐ | |
5 | στήσωμαι σοβαρόν. καὶ ἤρων αὐτῆς αὐτίκα, τὸ πρῶτον τῆς ἀπορίας αὐτὴν ἐποικτείρων. καὶ τῆς τύχης ἐνόμιζον αὐτὴν ἐλεεῖν, οὐκ ᾔδειν δὲ ὅτι τοιοῦτος ἔλεος ἔρωτός ἐστιν | |
ἀρχή. ἐκ γὰρ ἐλέου τὰ πολλὰ φύεται πόθος. ἀλλ’ ἡ τοσοῦ‐ τον ἐξ ἀρχῆς τὴν τύχην ἐνδεὴς πάσης ὁμοζύγου πλου‐ | 84 | |
10 | σίας φρύαγμα καὶ τῦφον πολλῷ τῷ μέσῳ παρῆλθεν· ἔστι δὲ καὶ τὸν τρόπον καὶ τοὔνομα Δεινομάχη, καὶ τὼ χεῖρε μόγις ἀπέχεται, καὶ ὥσπερ δέσποινα δεινὴ κεκράτηκέ μου πικρῶς, οὔτε γοῦν ὡς εὔπορον τιμῶσα, οὔτε μὴν ὡς σύνοικον αἰδουμένη. ταῦτά μοι τῆς γαμετῆς ἐστιν ἡ προίξ. | |
15 | ναὶ μὰ Δία (ὑπεμνήσθην γάρ) θαυμαστὸν ἐπηνέγκατό μοι κἀκεῖνο· ἐπεντρυφᾷ πολυτελῶς, καθάπερ ἐπειγομένη πέ‐ νητά με καταστῆσαι ταχύ· οὐδεὶς γὰρ ἐξαρκεῖ πλοῦτος αὐτῇ, οὐδ’ ἂν ἐκ ποταμῶν ἐπιρρέῃ. ἐγὼ δὲ θοιμάτιον αὐτῇ δεικνύς, ὅπερ ἂν τύχω φορῶν, κωμικῶς τὴν ἄσωτον | |
20 | ὑπαινίττομαι φάσκων· „ὦ γύναι, λίαν σπαθᾷσ“. ἀλλ’ οὐδεπώποτε τῶν ἐμῶν πεφρόντικε λόγων, ὀδυνᾷ δέ με τὸν ἀγαπῶντα μάλιστα ἀναισθήτου γυναικὸς ἀτιμία. τοσοῦτόν ἐστι δύσχρηστον τὸ κακόν. καὶ πέρας ἓν μόνον ἐμοὶ τούτου δοκεῖ, τὴν βάρβαρον ἐς κόρακας ἐκπέμψασθαι | |
25 | τῆς οἰκίας, πρίν τι σκαιότερον ὑπομείνω· φύσει γὰρ αἱ γυναῖκες, ἐπὰν τούτων οἱ συνοικοῦντες ἀνέχωνται, βαρύ‐ τερον ἐπεμβαίνουσιν. ἀπίτω τοίνυν ἡ θηριώδης. ἔστω, δεδόχθω, οὐδὲν ἀμφιβάλλω. κατάδηλος ἡ γυνή· ἄρκτου | |
παρούσης, φασίν, οὐκ ἐπιζητήσω τὰ ἴχνη. | 85 | |
2.13(t1) | ΕΤΑΙΡΑΣ ΑΠΟΛΟΓΙΑ ΠΡΟΣ ΥΠΟΚΝΙΖΟΜΕΝΟΝ | |
t2 | ΦΙΛΟΝ | |
t3 | ιγʹ | |
t4 | Χελιδόνιον Φιλωνίδῃ. | |
1 | Μάτην ὑποκνίζῃ, γλυκύτατε, μάτην ᾠήθης με ποθεῖν ἕτερον μετὰ σέ. οὕτως ἵλεως εἴη μοι Ἀφροδίτη· ὅσον ἡμῶν ἐκδεδήμηκας χρόνον, τὸν ἔρωτα βεβαίως ἀνεπίλη‐ στον διετήρουν ἀεί. καί τοι με καθεύδουσαν ἀφεὶς Μέγα‐ | |
5 | ράδε προσέπτης, ἐγὼ δ’ ἀφυπνισθεῖσα πρὸς ἐμαυτὴν ἐβόων τοῦτο· „οὐκ ἔστι Φιλωνίδης, ἀλλὰ Θησεύς.“ κοι‐ μωμένην καταλιπὼν ᾤχου. Ἀριάδνην με πᾶσαι καλοῦσι· σὺ δὲ Θησεὺς ἐμοὶ καὶ Διόνυσος. οὐκ ἐβόμβει σοι τὰ ὦτα, ὅτε σοῦ μετὰ δακρύων ἐμεμνήμην; εἰ μέντοι εἰδείης, ὅτι | |
10 | καὶ νυκτηγρετοῦσα διεμνημόνευον, καὶ 〈τὴν〉 σὴν ἐπι‐ στολὴν ὡς αὐτοχειρίᾳ μάλιστα γεγραμμένην μέσην ὑπέ‐ θηκα τοῖς μαστοῖς, τὴν ἐπὶ σοὶ διεκπηδῶσαν παραμυ‐ θουμένη καρδίαν, ἐντεῦθεν ἂν ἤδη χίλια παρασκευάζου φιλήματα. οἶδα, οἶδα, πόθεν εἰκότως τὴν ἀπάτην ὑπέστης. | |
15 | ὡς ἑταίρα διὰ κέρδος ὁμιλοῦσα τοῖς νέοις ὑποκρίνομαι | |
τῶν συνόντων ἐρᾶν, ὅπως ἂν μείζονα τούτοις ἐρεθίσω τὸν πόθον. ἵνα γὰρ μὴ πολλάκις σοι διενοχλῶ, παρ’ ἑτέρου τι λαβεῖν ἀνάγκη. σὺ δέ μοι καταμέμφῃ, τὴν ὑπό‐ κρισιν ἀγνοήσας. μὴ σύγε, δέομαι καὶ ἱκετεύω, καὶ κατα‐ | 86 | |
20 | σπένδω δάκρυα τῶν γραμμάτων. ὅμως ἥμαρτον, ὁμο‐ λογῶ, εἴ σοι φίλον ἁπλῶς ὁμολογούσης ἀκοῦσαι. καὶ ἣν βούλει δίκην ἐπίθες, πλὴν τοῦ διαλῦσαι τὴν ἡμετέραν φιλίαν· τοῦτον γὰρ μόνον οὐ φέρω τῆς τιμωρίας 〈τὸν〉 τρόπον, οὐ μὰ τὴν σὴν φαρέτραν, ἐξ ἧς ἥδιστά με τοξεύ‐ | |
25 | εις. φυλάξομαι δὲ τοῦ λοιποῦ, ἵνα σε μηδὲν ἀνιάσω· οὐκέτι γάρ σε ὡς ἐμόν, ἀλλὰ καὶ ὡς ἐμαυτήν, ὦ Φιλωνίδη, φιλῶ. ταῦτα γέγραφα, νὴ τοὺς Ἔρωτας, ἀσθμαίνουσα καὶ δεδακρυμένη καὶ καθ’ ἕκαστον ὧν ἐπέστελλον ἀναστενά‐ ζουσα. | |
2.14(t1) | ΦΙΛΙΑΣ ΑΝΑΚΛΗΣΙΣ | |
t2 | ιδʹ | |
t3 | Μέλιττα Νικοχάρητι. | |
1 | Εἰ μὴ τὴν καθ’ ἡμῶν βασκανίαν ταχὺς ἀπεσόβησεν Ἔρως, καὶ Ἀφροδίτη θᾶττον ἀμφοτέροις ἀλεξίκακος ἀνεφάνη, καλοῦ παιδὸς καλὴ μήτηρ, μέχρι παντὸς ἂν ἡμᾶς ἐχώριζον ἀπ’ ἀλλήλων ἄσπονδος μάχη καὶ ἀδιάλ‐ | |
5 | λακτος ἔρις. μάτην ἐπέχαιρον οἱ βασκαίνοντες ἡμῖν τῆς φιλίας, καὶ εἰς κενὸν αὐτοῖς ἀπέβη τῆς ἐπιβουλῆς ὁ σκο‐ | |
πός. ὅθεν, ὦ φίλτατε, μὰ τὸν φίλιον Ἔρωτα τὸν ἐμόν τε καὶ σόν, χθὲς ἐπὶ τὸ σὸν δωμάτιον εἰσιοῦσα θᾶττον ἢ βάδην ἔκλαον ὑφ’ ἡδονῆς, κατησπαζόμην τε ἀπλήστως | 87 | |
10 | τὸν ἀφροδίσιον οἶκον, καὶ τῶν τοίχων ἐφαπτομένη τοὺς δακτύλους ἐφίλουν ὑπερχαίρουσα καὶ μειδιῶσα γλυκύ. μεταξὺ δέ πως προσαπιστοῦσα, πρὸς ἐμαυτὴν ἔφασκον· „ἆρα ἐγρήγορα, ἢ πλανῶσί με τῶν ὀνειράτων εἰκόνες;“ ὑπὸ τοῦ σφόδρα γὰρ ἐπιθυμεῖν ἐλάμβανέ με τις ἀπιστία. | |
15 | σὺ δὲ ὡς τὸ σὸν ἑώρακας Μελισσάριον, ὥσπερ εἰς σύμ‐ βολον χρονίου θεάματος μεθ’ ἡδονῆς τὸν δάκτυλον ἀνα‐ τείνας, ἀσμένως αὐτὸν περιέστρεφες ἠθικῶς. πολλὴ οὖν χάρις τοῖς φιλίοις θεοῖς, ὅτι δὴ πάλιν ἡμῖν ἀνανεοῦνται τὸν πόθον· μᾶλλον δὲ νῦν χαριεστέρου καὶ μείζονος αἰσθά‐ | |
20 | νομαι τούτου· ἀεὶ γάρ πως ἡδίους αἱ τῶν ἐρώντων μεθ’ ὕβριν κολακεῖαι δοκοῦσιν. | |
2.15(t1) | ΓΑΜΕΤΗ ΚΑΙ ΧΗΡΑ ΓΕΓΟΝΑΣΙ ΦΙΛΑΙ ΚΑΙ | |
t2 | ΠΟΘΟΥΣΙΝ, Η ΜΕΝ ΤΗΣ ΧΗΡΑΣ ΤΟΝ ΔΟΥΛΟΝ, | |
t3 | Η ΔΕ ΤΗΣ ΕΤΕΡΑΣ ΤΟΝ ΑΝΔΡΑ | |
t4 | ιεʹ | |
t5 | Χρυσὶς Μυρρίνῃ. | |
1 | Τοὺς ἀλλήλων, ὦ φιλτάτη, συνεπιστάμεθα πόθους. σὺ μὲν τὸν ἐμὸν ἄνδρα ποθεῖς, ἐγὼ δὲ τοῦ σοῦ θεράπον‐ τος ἐκθύμως ἐρῶ. τί οὖν πρακτέον; πῶς ἂν εὐμηχάνως | |
ἑκάστη τὸν ἑαυτῆς ἔρωτα θεραπεύσῃ; ἐδεήθην 〈τῆς Ἀφρο‐ | 88 | |
5 | δίτησ〉, εὖ ἴσθι, τῆς θεραπείας τὴν ἔννοιαν ἐμβαλεῖν, καὶ ταύτην ἐξ ἀφανοῦς ἡ δαίμων προσέπνευσέ μοι τὴν γνώ‐ μην, ἣν οὕτω πράττειν παρεγγυῶ σοι, Μυρρίνη. τὸν σὸν μὲν οἰκέτην, ἐμὸν 〈δὲ〉 δεσπότην ἐρωτικὸν δόκει οὖν θυμουμένη ἅμα καὶ τύπτουσα τῆς οἰκίας ἐκπέμπειν, ἀλλὰ | |
10 | πρὸς θεῶν πεφεισμένως καὶ τῷ παρόντι μοι πόθῳ τὴν μαστίγα συμμετροῦσα· ὁ δ’ οὖν οἰκέτης, Εὔκτιτος ὁ καλός, πάντως ἅτε πρὸς φίλην τῆς κεκτημένης φεύξεται παρ’ ἐμέ, κἀγὼ τὸν ἄνδρα ὡς ὑπὲρ τοῦ θεράποντος τὴν δέσποι‐ ναν ἱκετεύσοντα τὴν ταχίστην ἐξαποστέλλω πρὸς σέ, | |
15 | οἷον μετὰ δεήσεως αὐτὸν ἐξωθοῦσα. τοῦτον δὴ τὸν τρό‐ πον ἑκατέρα τὸν ἑαυτῆς δεξαμένη ἐρώμενον οὐκ ἀμελήσει τοῦ Ἔρωτος ὑφηγουμένου ἐπὶ σχολῆς ἅμα καὶ ῥᾳστώ‐ νης χρήσασθαι τῷ παραπεπτωκότι καιρῷ. ἀλλ’ ἐπὶ μή‐ κιστον ἐμφοροῦ τῆς ἐπιθυμίας τῇ συγκοιμήσει, καί μοι | |
20 | συνεπεκτείνουσα τῶν ἀφροδισίων τὴν τέρψιν. ἔρρωσο, καὶ πέπαυσό μοι θρηνοῦσα τοῦ συζύγου τὴν ἄωρον τελευτήν, φίλον ἀντ’ ἐκείνου τὸν ἐμὸν σύνοικον εὐτυχοῦσα. | |
2.16(t1) | ΠΟΡΝΗ ΠΡΟΣ ΝΕΟΝ ΑΛΛΗΝ ΑΥΤΗΣ ΠΡΟ‐ | |
t2 | ΚΡΙΝΟΝΤΑ ΦΙΛΗΝ | |
t3 | ιϛʹ | |
t4 | Μυρτάλη Παμφίλῳ. | |
1 | Ἐμὲ 〈τὴν〉 ποθοῦσαν περιφρονεῖς καὶ περὶ ἐλαχίστου | |
ποιῇ, ἐμὲ τὴν ἐρῶσαν ὑστέραν ἔχεις καὶ πάρεδρον ἡδονήν, καὶ πολλάκις τὴν ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδών ποτε παρέρχῃ. θρύπτῃ, Πάμφιλε, πρὸς ἐμέ, καὶ καλῶς, ὅτι | 89 | |
5 | μὴ ἀπέκλεισα ἐλθόντα „ἔνδον ἕτεροσ“ εἰποῦσα, ἀλλ’ εἰσεδεχόμην ἀπροφασίστως. τότε δ’ ἄν σε καιόμενον εἶδον καὶ ἀντιμεμηνότα. ἐγὼ διέφθειρά σε ὑπεραγαπῶσα καὶ τοῦτο διεμφανίζουσα. ὑπερόπται γὰρ αἰσθόμενοι γίγνεσθε. μία μόνη δικαίως ἐσπούδασταί σοι Θαΐς· καλὴ γὰρ ὅτι | |
10 | 〈μάτην〉 ποθεῖται. ἐκείνην διώκεις, ὅτι σε πόρρωθεν ἀπο‐ φεύγει· τῶν γὰρ μὴ ῥᾳδίων ἐφίεσθε· καὶ ὅτε πολλὰ διδοὺς μάτην ἱκετεύων τὴν σὴν ἀποκάμῃς, ἐμὲ λοιπὸν τὴν ἐξ ἀπορίας ἐπιζητεῖς. καίτοι γε τεττάρων ὀβολῶν ἀξία Θαΐς, εἰ πάνυ πολλοῦ. ἐγὼ τοίνυν ἡ λαικὰς τῶν κακῶν | |
15 | ἐμαυτὴν αἰτιῶμαι· πολλάκις γὰρ ἐπομοσαμένη τὴν ἄτο‐ πον ταύτην διαλῦσαι φιλίαν, ἡνίκα σε πάλιν ἑώρων, αὐτίκα μανικῶς προσεπήδων καθάπαξ ἐπιλελησμένη τῶν ὅρκων, καὶ λίαν ἐκκεχυμένως ἠγάπων, ἐφίλουν τε ἡδέως, καὶ σφοδρῶς ἄγαν ὑπελάμβανον ταῖς ἀγκάλαις, καὶ τιτθο‐ | |
20 | λαβεῖν ἐπέτρεπον. σὺ μὲν οὖν οἴει με τὸν αὐτὸν ἀεὶ τρό‐ πον ἕξειν ὡς εὐπειθῆ καὶ ἑτοιμότατα προκειμένην· ἀλλ’ ἔγωγε μὰ τοὺς Ἔρωτας—μαθήσῃ δὲ τῇ πείρᾳ. καὶ τί χρή με περιττὸν ἀποτελέσαι τὸν ὅρκον, παρὸν τοῖς ἔργοις | |
ἐμαυτὴν ἐμπεδῶσαι καὶ περὶ τῶν δοκούντων ἀποδεῖξαι | 90 | |
25 | βεβαίαν; ἔρρωσο, καὶ πρὸς τῶν Θαΐδος μαστῶν καὶ φιλη‐ μάτων μηδὲ αὖθις 〈με〉 παρενόχλει. | |
2.17(t1) | ΜΟΙΧΟΣ ΕΠΙΜΟΝΟΣ ΚΑΙ ΠΡΟΣ ΣΩΦΡΟΝΑ | |
t2 | ιζʹ | |
t3 | Ἐπιμενίδης Ἀριγνώτῃ. | |
1 | Φιλανθρώπως, ὦ γύναι, παραγγέλλεις, καὶ φειδομένης ἄγαν ὁ λόγος· ἔφης γάρ· „μέχρι τίνος, ὦ μειράκιον, παρα‐ μένεις, μηδένα διαλεῖπον καιρόν; σύνοικον ἔχω· μὴ μάτην τὸν ἐμὸν ῥύπαινε βίον. ἄπιθι, τὴν σὴν ὁδὸν διανύον, | |
5 | πρὶν ὑπ’ ἐκείνου φωραθῇς καὶ δι’ ἐμὲ τοιοῦτος τεθνήξεται νεανίας.“ ἀλλ’ εἰ τοιαῦτά μοι παραινεῖς, οὐπώποτε ἠράσθης ἀφ’ ὧν λέγεις, οὐδὲ κατεῖδες ἐρῶντα· σφόδρα γοῦν ἀπειρό‐ τερον διαλέγῃ. οὐκ ἔστιν αἰδήμων ἐραστής, κἂν προ‐ | |
10 | πηλακιζόμενος τύχῃ, οὐδὲ δειλός, κἂν δέοι τεθνάναι. πρὸς κῦμα, πρὸς πνεῦμα πλεῖν οὐδὲν αὐτῷ διαφέρει. τούτοις μᾶλλον τιμᾶται Ἀφροδίτη ἢ λιβανωτῷ καὶ θυσίαις. ἐκείνων οὖν ἀπόσχου τῶν λόγων· λῆροι γάρ εἰσι καὶ φλήναφοι παντελῶς. ἐγὼ τοίνυν ἐρωτικὸς ἀνέκπληκτος | |
15 | μηδὲν ὀρρωδῶν τὴν ἀνδρείαν μιμήσομαι τῶν Λακώνων· | |
παρ’ ἐκείνοις γὰρ αἱ μητέρες πρὸς τοὺς παῖδας ἔφασκον, ἐμοὶ δὲ παρακελεύεται κάλλιον ἡ ψυχή· „ἢ ταύτην ἢ ἐπὶ ταύτησ“, καὶ διὰ 〈τὸ〉 σὸν κάλλος ἢ γάμον ἀσμένως ἢ τάφον αἱροῦμαι. ἔστωσαν ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι νῦν οἱ | 91 | |
20 | πεπτωκότες. μὴ τοίνυν, ὦ καλλίστη γυναικῶν, ὑπολάβῃς τὰ γεγραμμένα μόνης χειρὸς εἶναι καὶ γλώττης ἁπλῶς· ἁμαρτήσῃ γὰρ τῆς ἀληθείας πολύ. ἔλεγχός ἐστι ταῦτα ψυχῆς ἐρώσης, κἀκείνη διὰ τούτων τὸ συμβὰν κατεμήνυσε πάθος. | |
2.18(t1) | ΠΕΡΙ ΠΡΟΑΓΩΓΟΥ ΠΡΟΣ ΕΡΑΣΤΗΝ ΜΑΓΓΑ‐ | |
t2 | ΝΕΙΑΝ ΠΛΑΣΑΜΕΝΟΥ | |
t3 | ιηʹ | |
t4 | Μαντίθεος Ἀγλαοφῶντι. | |
1 | Γυνὴ τοὔνομα Θελξινόη προσχήματι σώφρονος ἐπὶ τοὺς ὀφθαλμοὺς καθέλκουσα τὴν ἀμπεχόνην κἀκεῖθεν κομιδῇ στενὸν ὑποβλέπουσα, ἐλάνθανε κακοτεχνοῦσα τοὺς νέους· καὶ γὰρ κυνὶ προσέοικε λύκος, ἀγριώτατος ἡμερωτάτῳ. ταύτης | |
5 | ὁ Πάμφιλος οὐκ οἶδα ὅπως πολυπραγμονήσας τὸ βλέμμα ἐκ πρώτης θέας ἠράσθη ταχύ· δεξάμενος γὰρ τοῦ κάλλους | |
τὴν ἀπορροὴν διὰ τῶν ὀμμάτων ἐρωτικῶς διεθερμάνθη, καὶ ὥσπερ βοῦς μυωπισθεὶς ἐταράττετο. ὤκνει δὲ τὸν πόθον δηλῶσαι, τὴν ἐμφαινομένην σεμνότητα δεδιώς. συνῆκε | 92 | |
10 | τοῦ μειρακίου τὴν ὑπόνοιαν ἡ γυνὴ ὡς πολλὴν ἔχουσα τοῦ πράγματος ἐμπειρίαν. *** ὁ γὰρ ἄνθρωπος οὐχ ὡς προαγωγὸς τῷ ποθοῦντι προσῆλθεν, ἀλλά τις εἴναι τῶν περιέργων ἐδόκει· καὶ πολλὰ τερατευσάμενος ἐπηγγείλατο μόνος αὐτὴν δαιμονίως καταδουλῶσαι τῷ νέῳ. καὶ χρυσοῦς | |
15 | αὐτὸν πρότερον εἰσπραξάμενος οὐκ ὀλίγους ὑπὸ τὼ πόδε τοῦ ποθοῦντος ἤγαγεν ἀρρήτῳ λόγῳ τὴν ἄνθρωπον, ὥσπερ αὐτὸς ὑποδεικνὺς τὴν γυναῖκα προσιοῦσαν ἐνεανι‐ εύετο λέγων. ἡ δὲ τὴν ὑπόκρισιν αὐτοῦ πιστουμένη τὸ μὲν πρῶτον οἷον ὑπόσεμνος συνεδείπνησεν ἐγκεκαλυμμένη, καὶ | |
20 | σμικρὸν τῶν ἀργυρίδων ἀπεγεύετο, μέχρι καὶ αὐτὰς κατα‐ πέπωκε τὰς χρυσίδας. ἔπειτα τέως ἀντερᾶν ὡμολόγει νῦν πρῶτον ἔρωτος πειρασθεῖσα, καὶ ἦν πάντα μιμηλῶς ἐρώσης τὰ δρώμενα παρ’ ἐκείνης· καὶ πολλάκις παρεδάκρυε τῷ μειρακίῳ, νῦν μὲν ἀποστένουσα τὸν πόθον, νῦν δὲ | |
25 | πικρῶς ὀλοφυρομένη ἣν ἐζημίωται σωφροσύνην, καὶ ὁ Κρὴς ἐδόκει τὴν θάλατταν ἀγνοεῖν. ὁ δὲ σχηματισάμενος μαγγανείαν παρ’ ἕκαστον ἑαυτὸν ἀπεθαύμαζεν, εἰς σύμβολον παραδόξου νίκης ἀνατείνων τὴν χεῖρα. ταῦτα μὲν οὖν γέγονε | |
δίς τε καὶ τρὶς καὶ σφόδρα πολλάκις. ὡς δὲ λοιπὸν τὸν | 93 | |
30 | ἀθλίως ἐρώμενον ἐψίλωσαν τῶν χρημάτων καὶ κατέστησαν παττάλου γυμνότερον, ἀπέλιπον αὐτὸν ἐν πενίᾳ δήπου μυρίᾳ, καὶ περιπεφρονήκασι παντελῶς. ὁ μὲν οὖν ἐραστὴς περιώδυνος ἐκ τοῦ πόθου τὸν φιλτροποιὸν ἱκέτευε πάλιν κατ’ ἐκείνης ἀνακινῆσαι τὰς ἴυγγας· ἔτι γὰρ οὕτως ἡγεῖτο | |
35 | κεκρατημένος τῇ χλεύῃ· ὃ δέ φησιν· „ὦ τάν, εἴς γε τὰ τοιαῦτα πρόσκαιρος ἡμῶν ἐστὶν ἡ τέχνη, ἄλλως τε καὶ ἀπολέλαυκας ἱκανῶς.“ τούτοις ἀμφότεροι φενακίσαντες τὸν νέον ἀπῆλθον, ἣ μὲν πλασαμένη σώφρονος ἤθη, ὃ δὲ καθάπερ ἐπὶ σκηνῆς ὑποκρινάμενος τῶν περιέργων τὸ | |
40 | σχῆμα καὶ δαιμόνων προσηγορίας συνείρων πλασματώδεις τέ τινας ὑποφθεγγόμενος ἐπικλήσεις καὶ ψιθυρίζων ἀπατη‐ λῶν γοητευμάτων λόγους φρικώδεις, ἔνθα δῆθεν αὐτὸς ὑποτρέμων παρεστῶτι πλησίον μὴ δεδιέναι παρεκελεύετο τῷ μειρακίῳ. | |
2.19(t1) | ΓΥΝΗ ΠΡΟΠΑΡΑΣΚΕΥΑΖΟΥΣΑ ΠΡΟΑΓΩΓΟΝ | |
t2 | ΑΥΤΗΙ ΤΗΝ ΘΕΡΑΠΑΙΝΙΔΑ ΓΕΝΕΣΘΑΙ | |
t3 | ιθʹ | |
t4 | Ἀρχίλοχος Τερπάνδρῳ. | |
1 | Ὅρα, πρὸς Διός, ὅπως γυνή τις ἠρέμα προτρέπει μαστροπὸν αὐτῆς γενέσθαι τὴν δούλην. ἔφην. ἔφη γάρ· „ἢ φαν‐ | |
τασίαν εἶδον, ὦ παιδίσκη, καθ’ ὕπνον, οἷα φιλεῖ, ἢ πρὸ θυρῶν ἀκήκοα νέων κωμαστῶν ὑπὲρ ἐμοῦ 〈ἀγωνιζο〉μένων | 94 | |
5 | ἀωρὶ νύκτωρ, οὐκ ὄναρ, ἀλλ’ ὕπαρ. ἐλεύθεροι γὰρ οἱ στενωποί· παίζειν καὶ γελᾶν καὶ ᾄδειν τῷ θέλοντι ἔξεστιν. νὴ τὰς Μούσας, εὐστόμως ᾖδον, ἴσα καὶ Σειρῆνες γλυκεῖαν ἀφιέντες φωνήν.“ „ἀληθῆ“, φησὶν ἡ παῖς, „ἀκήκοας, ὦ κεκτημένη· σὲ γάρ τις νέος καταβόστρυχος ἔτι ἐν ἁπαλῇ τῇ | |
10 | ὑπήνῃ πάλαι ποθεῖ, Ἱπποθάλης μὲν ὄνομα, ἱκανὸς δὲ καὶ ἀπὸ μόνου τοῦ κάλλους γινώσκεσθαι. καὶ πολλάκις μοι διείλεκται περὶ σοῦ, καὶ ‘βούλομαι‘, ἔφη, ‘τὴν σὴν δέ‐ σποιναν προσειπεῖν, ἀλλ’ ἐδεδίειν προσαγγεῖλαι τὸν λόγον‘“. αὐτίκα γοῦν ἡ κεκτημένη τὴν θεράπαιναν ἐπανή‐ | |
15 | ρετο· „τὸ βούλημα ἤκουσας, ὦ φιλτάτη;“ „ναί“, φησὶν ἡ παιδίσκη. ἣ δέ· „ὡς ἐμοῦ γε μήπω μαθούσησ“, ἔφη, „παρίτω πάλιν προσᾴδων, κἂν ἐρωτικός μοι δοκοίη, χαριοῦμαι τῷ μειρακίῳ.“ ἦλθεν, ἐφάνη τὴν κεφαλὴν ῥόδοις ἀνθίσας, ἐμμελέστερον ᾖδεν, ἐκρίθη καλός, καὶ ἀλλήλων συναπέλαυον | |
20 | ἄμφω οὐ μόνον στέρνῳ στέρνον ἁρμόζοντες, ἀλλὰ καὶ φιλήμασιν ἐπισυνάπτοντες τὰς ψυχάς· τοῦτο γὰρ φίλημα | |
δύναται, καὶ τοῦτό ἐστιν ὃ βούλεται· σπεύδουσιν αἱ ψυχαὶ διὰ τῶν στομάτων πρὸς ἀλλήλας καὶ περὶ τὰ χείλη συναν‐ τῶσιν, καὶ ἡ μῖξις αὕτη γλυκεῖα γίνεται τῶν ψυχῶν. | 95 | |
2.20(t1) | ΠΕΡΙ ΓΥΝΑΙΚΟΣ ΑΥΣΤΗΡΩΣ ΑΠΩΘΟΥΜΕΝΗΣ | |
t2 | ΝΕΟΝ ΔΙΑ ΤΗΝ ΜΕΤΑ ΚΟΡΟΝ ΤΩΝ ΕΡΑΣΤΩΝ | |
t3 | ΥΠΕΡΟΨΙΑΝ | |
t4 | κʹ | |
t5 | Ὠκεάνειος Ἀριστοβούλῳ. | |
1 | Νέος ἐρωτικός, ὄνομα Λύκων, ἀνήνυτα προσκαρτερῶν καὶ θυραυλῶν γυναικὶ μέμφεται δεινῶς ἀπειθούσῃ· ὃ μὲν γὰρ ἱκετεύων ἔφασκε ταῦτα δὴ τὰ μυριόλεκτα καὶ συνήθη πρὸς τὰ παιδικὰ τοῖς ἐρῶσιν, „οὐκ ἐπικάμπτῃ πρὸς ἔλεον ὁρῶσα | |
5 | μειράκιον; οὐ συναλγεῖς μοι ποθοῦντι; ἔχε με κατὰ κράτος ἑλοῦσα τὸν πᾶσι καὶ πάσαις ἀνάλωτον“. ἣ δὲ τὴν ἀπὸ Σκυθῶν ὧδε ῥῆσιν ἐρεῖ· „ἐμοὶ προσλαλῶν εἰς πῦρ ξαίνεις, γύργαθον φυσᾷς, σπόγγῳ πάτταλον κρούεις, καὶ τὰ λοιπὰ τῶν ἀμηχάνων ποιεῖς.“ τέλος ἐξ ἀπορίας ὁ νεανίσκος | |
10 | ἐξωργίσθη, καὶ ἀναφλεχθεὶς τῷ θυμῷ τὸν λαιμὸν ὀγκούμενος | |
ἐφύσα τε καὶ τραχύτατα διελοιδορεῖτο τῇ ποθουμένῃ· „ὡς φιλόνεικοσ“, εἶπεν, „ὑπάρχεις καὶ λίαν γυνή, ὡς ἀτεράμων, ὦ γῆ καὶ θεοί. θαυμαστὸν οὖν πῶς ἡ τοιάδε ψυχὴ οὐκ ἐτέχθη μᾶλλον θηρίον“. ἣ δὲ τῇ λαιᾷ χειρὶ βραχὺ τὴν παρειὰν | 96 | |
15 | ἐπικλίνασα, τῇ δὲ λαγόνι τὴν δεξιὰν ἐμβαλοῦσα ἠθικῶς ἅμα „τὸν λόγον ἀμυνοῦμαι“, φησίν. „κλᾶταί σου μᾶλλον ἡ γλῶττα, καὶ φληναφᾶν μόνον ἐθέλεις. πλὴν ὁποῖον εἴρηκας ἄκουε. ἐν ταῖς ἀκρωρείαις περιπλανώμενα τὰ θηρία σπανίως ἐπιτίθεται τοῖς ἀνθρώποις, ἐξ ὑμῶν δὲ ζωγρηθήτω, καὶ | |
20 | παραθηγόμενα τοῖς κυνηγεσίοις μανθάνει καὶ θυμὸν ἀγριαί‐ νειν· ὡσαύτως δὲ καὶ ἡμᾶς ἐκδιδάσκετε οἷον θηριοτροφοῦν‐ τες μηδαμῶς ἐλεεῖν, ἀλλὰ σκληρῶς ἀπαυθαδιάζεσθαι τοὺς νέους. ὅτε μὲν γὰρ αὐτοὶ ποθεῖτε, ἀστρώτους καὶ χαμαιπε‐ τεῖς κοιμήσεις ἐπὶ θύραις ποιεῖσθε, καὶ λιπαρῶς ἱκετεύετε | |
25 | μόνου ῥήματος τυχεῖν ἀξιοῦντες, καὶ δακρύοντες κατόμνυσθε τοὺς θεούς, ἐπ’ ἄκρου τοῦ χείλους ἔχοντες τὸν ὅρκον. ὡς γὰρ λύκοι τοὺς ἄρνας ἀγαπῶσιν, οὕτω τὰ γύναια ποθοῦσιν οἱ νέοι, καὶ λυκοφιλία τούτων ὁ πόθος. ἡνίκα δὲ μέχρι κόρου τὸν ἑαυτῶν ἀποπληρώσετε πόθον, καὶ τὰς πρότερον | |
30 | ὑμῶν ἐρωμένας ἐκ μεταβολῆς ἐραστρίας ποιήσετε, μεγα‐ λαυχεῖτε λοιπὸν καὶ καταγελᾶτε τῆς ὥρας, μυσαττόμενοι | |
τὰς ἀθλίας, καὶ βδελύττεσθε ταῖς ἀρτίως περιποθήτοις. προσπτύοντες ἡδοναῖς· ἐφήμερα γὰρ ὑμῖν τὰ δάκρυα καὶ ὥσπερ ἱδρὼς ἀπομάττεται. τοὺς δὲ ὅρκους αὐτοί φατε μὴ | 97 | |
35 | προσπελάζειν τοῖς ὠσὶ τῶν θεῶν. λύκος οὖν χανών, ὦ Λύκων, ἄπιθι διὰ κενῆς, καὶ μηκέτι κάλει θηρία τὰς φυλαττο‐ μένας αὐτοῖς περιπεσεῖν τοῖς θηρίοις.“ | |
2.21(t1) | Ο ΣΥΜΒΑΛΩΝ ΤΗΝ ΕΑΥΤΟΥ ΦΙΛΗΝ ΠΡΟΣ ΤΑΣ | |
t2 | ΑΛΛΑΣ ΓΥΝΑΙΚΑΣ | |
t3 | καʹ | |
t4 | Ἁβροκόμης Δελφίδι ἐρωμένῃ. | |
1 | Περίεργος διατελῶ πρὸς τὰ γύναια πανταχῆ, μὰ Δία, οὐχ ἵνα τούτων ἅψαιμι (μὴ οὕτω χαλεπῶς ἀκούσῃς τοῦ λόγου), ἀλλ’ ὅπως παράθεσιν ἀκριβῆ σου τε κἀκείνων ποιήσωμαι, τῆς ἐν πάσαις διαπρεπούσης τῷ κάλλει, καὶ | |
5 | παραλλήλους κατ’ ἐμαυτὸν ἐννοούμενος ἀντικρίνω· καὶ νὴ τὸν Ἔρωτα τὸν εὐτυχῶς εἰς τὴν ἐμὴν τετοξευκότα ψυχήν, πάσας ἐν πᾶσι νενίκηκας, ὡς ἔπος 〈εἰπεῖν〉, τῷ σχήματι, τῷ | |
κάλλει, ταῖς χάρισιν· αἱ γὰρ χάριτές σου παντελῶς ἄδολοι καὶ ἀληθῶς κατὰ τὴν παροιμίαν γυμναί· καὶ φύσεως | 98 | |
10 | αὐτόσκευον ἔρευθος ἐπιτρέχει ταῖς παρειαῖς, ὀφρὺς μέλαινα κατὰ λευκοῦ τοῦ μετώπου· οὔτε στεφανοῦσθαί σοι τὴν κεφαλὴν ἀναγκαῖον, ἅτε τῆς κόμης ἀποχρώσης αὐτῇ· καὶ ὅσον τὸ ῥόδον φαιδρότερον τῆς ἄλλης πέφυκε πόας καὶ λίαν καθ’ ἑαυτὴν εὐδοκιμούσης, τοσοῦτον καὶ τῶν ἐπισήμων | |
15 | γυναικῶν ὑπερφέρεις. τοιγαροῦν, ὦ μέλισσα ἐμή, ἁρπάζεις τὰ πάντων ὄμματα καὶ προσέλκεις καινότερον τρόπον, οἷον οὔτε ἰχθὺν ἁλιεὺς εἵλκυσεν, οὔτε ὄρνιν θηρευτὴς οὔτε κυνηγέτης νεβρόν. ἀλλ’ ἐκεῖνα μὲν ἢ ἀπὸ δελεάτων ἢ τῶν ἰξῶν ἄγουσιν ἢ ὅπως ποτέ· σὺ δὲ ἀπὸ τῶν ὀμμάτων τῇ | |
20 | θέᾳ γαννυμένους ἄγεις ἡμᾶς. ἀλλ’ ὦ Δελφίδιον ἐμόν τε πρόκριτον ἀγαθόν, ζῴης ἐπὶ μήκιστον, εὖ ζῴης· ἐπὶ σοὶ γὰρ ἐγὼ φλέγομαι μόνῃ, καὶ τοῖς θεοῖς ἐπεύχομαι πᾶσι μηδαμῶς ἔχειν περὶ τὴν ὀρθῶς φανεῖσάν μοι κρίσιν ἑτεροῖον τὸν νοῦν. εἴθε τοίνυν, ἐμὸν γάνος, σὺ μὲν ταύτην ἐκ τῆς | |
25 | φύσεως ἔχοις τὴν νίκην, ἐγὼ δὲ μέχρι παντὸς τὸ χρυσοῦν τῶν Ἐρώτων εὐτυχήσαιμι βέλος. σὺ οὖν αὐτὸ μὴ πειρῶ τῆς ἐμῆς ἀφελέσθαι καρδίας· οὔτε γὰρ αὐτὴ δύνασαι οὔτε ἐγὼ βούλομαι· οὐ γὰρ ἀποθύμιον ἔχω τὸν πόθον. ἔστω τοίνυν ἔργον ἓν μόνον ἐπιδέξιον ἐμοὶ φιλεῖν Δελφίδα καὶ ὑπὸ | |
30 | ταύτης φιλεῖσθαι, καὶ λαλεῖν τῇ καλῇ καὶ ἀκούειν λαλούσης. | 99 |
2.22(t1) | ΠΕΡΙ ΤΗΣ ΕΥΜΕΘΟΔΩΣ ΤΟΝ ΜΟΙΧΟΝ ΑΠΟΛΥΟΥ‐ | |
t2 | ΣΗΣ | |
t3 | κβʹ | |
t4 | Χαρμίδης Εὐδήμῳ. | |
1 | Γυναικὸς ἔτι προσεμβατεύοντα τὸν μοιχὸν ἔνδον ἐχούσης, οὕτω συμβὰν ὁ ταύτης ἀνὴρ ἐξ ἀλλοδαπῆς ἀφιγμένος ἔκοπτε τὴν θύραν ἅμα βοῶν. ἣ δὲ τοῦ κτύπου καὶ τῆς βοῆς αἰσθομένη ἐξανέστη τῆς εὐνῆς καὶ τὴν στρωμνὴν | |
5 | ἐνετάραξε, παντελῶς συγχέουσα τὸ ἔρεισμα τοῦ δευτέρου σώματος, ὅτι κατηγόρει μηνύματα συζυγίας. εἶτά φησι παραθαρρύνουσα τὸν μοιχόν· „εἰ νῦν τῷ συνοίκῳ δεσμώτην σε προσαγάγω, μηδὲν δείσῃς μηδ’ ὑποπτήξῃς, ὦ φίλε.“ συνέδησε τοῦτον, ἀνέῳγε τὴν θύραν, ὡς ἐπὶ τοιχωρύχον | |
10 | ἐκάλει τὸν ἄνδρα, φάσκουσα· „τοῦτον κατέλαβον, ἄνερ, ἐγχειροῦντα συλαγωγῆσαι τὸν ἡμέτερον οἶκον“. ὃ δὲ θυμωθεὶς ὥρμηκεν εὐθέως αὐτὸν ἀνελεῖν, ἀλλ’ ἡ γυνὴ διεκώλυε παραινοῦσα μᾶλλον τὸν κακοῦργον ἕωθεν παραδο‐ θῆναι τοῖς ἕνδεκα· „εἰ δέ γε δέδοικας, ἄνερ, ἐγὼ συναγρυ‐ | |
15 | πνοῦσα τοῦτον φυ〈λάξω〉 *** | 100 |